previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀποθανόντων δέ μοι καὶ τῶν γονέων οὐ μεταπολὺ ἀλλήλων αὐτοί με βαδίσαντα ἐπὶ τὰς κώμας ἐκέλευσαν ἐπιμεληθῆναι τῶν ἐμαυτοῦ γεγονότα ἐννεακαίδεκα ἔτη. τὰς μὲν οὖν κώμας ἀφῄρητό με ἤδη χρηστὸς θεῖος καὶ οὐδὲ τὰ γῄδιά μοι ὑπέλιπε τὰ κεκτημένα τῷ πατρί, πάντα γὰρ τῇ ἑαυτοῦ ἀρχῇ προσήκειν αὐτά, ἐμὲ δ᾽ ἂν μεγάλων παρ᾽ αὐτοῦ τυχεῖν, εἴ με ἐῴη ζῆν. ἔρανον οὖν ξυλλεξάμενος παρὰ τῶν τῆς μητρὸς ἀπελευθέρων ἀκολούθους εἶχον τέτταρας. καί μοι ἀναγιγνώσκοντι τοὺς Ἡρακλείδας τὸ δρᾶμα ἐπέστη τις ἐντεῦθεν ἐπιστολὴν φέρων παρὰ ἀνδρὸς ἐπιτηδείου τῷ πατρί, ὅς με ἐκέλευσε διαβάντα τὸν Ὑδραώτην ποταμὸν ξυγγίγνεσθαί οἱ περὶ τῆς ἀρχῆς τῆς ἐνταῦθα, πολλὰς γὰρ ἐλπίδας εἶναί μοι ἀνακτήσασθαι αὐτὴν μὴ ἐλινύοντι. τὸ μὲν δὴ δρᾶμα θεῶν τις οἶμαι ἐπὶ νοῦν ἤγαγε καὶ εἱπόμην τῇ φήμῃ, διαβὰς δὲ τὸν ποταμὸν τὸν μὲν ἕτερον τῶν βεβιασμένων ἐς τὴν ἀρχὴν τεθνάναι ἤκουσα, τὸν δὲ ἕτερον ἐν τοῖς βασιλείοις πολιορκεῖσθαι τούτοις. ἐχώρουν δὴ ξυντείνων καὶ βοῶν πρὸς τοὺς ἐν ταῖς κώμαις, δἰ ὧν ἔστειχον, ὡς τοῦ δεῖνος εἴην υἱὸς καὶ ἐπὶ τὴν ἀρχὴν τὴν ἐμαυτοῦ ἴοιμι, οἱ δὲ χαίροντές τε καὶ ἀσπαζόμενοί με προὔπεμπον παραπλήσιον ἡγούμενοι τῷ πάππῳ, ἐγχειρίδιά τε ἦν αὐτοῖς καὶ τόξα καὶ πλείους ἀεὶ ἐγιγνόμεθα, καὶ προσελθόντα ταῖς πύλαις οὕτω τι ἄσμενοι ἐδέξαντο οἱ ἐνταῦθα, ὡς ἀπὸ [p. 75] τοῦ βωμοῦ τοῦ Ἡλίου δᾷδας ἁψάμενοι πρὸ πυλῶν τε ἥκειν καὶ ἡγεῖσθαι δεῦρο ἐφυμνοῦντες πολλὰ τῷ πατρὶ καὶ τῷ πάππῳ, τὸν δὲ ἔσω κηφῆνα πέριξ τὸ τεῖχος ἔκλῃσαν καίτοι ἐμοῦ παραιτουμένου μὴ τοιῷδε τρόπῳ ἀποθανεῖν αὐτόν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: