previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δ᾽ Εὐφράτης ἀφανῶς μὲν ἤδη ἐβάσκαινε τῷ Ἀπολλωνίῳ προσκείμενον αὐτῷ τὸν βασιλέα ὁρῶν μᾶλλον τοῖς χρηστηρίοις τοὺς ἐς αὐτὰ ἥκοντας, ἀνοιδήσας δὲ ὑπὲρ τὸ μέτρον τότε καὶ τὴν φωνὴν ἐπάρας παρ᾽ εἰώθειοὐ χρὴἔφηκολακεύειν τὰς ὁρμάς, οὐδὲ ἀνοήτως συνεκφέρεσθαι τοῖς παρὰ τὴν ἡνίαν τι πράττουσι, καταρρυθμίζειν δὲ αὐτούς, εἴπερ φιλοσοφοῦμεν: γὰρ εἰ προσήκει πράττειν, ἔδει βουλευομένους φαίνεσθαι, ταῦθ᾽ ὃν πεπράξεται τρόπον κελεύεις λέγειν οὔπω μαθών, εἰ ὑπὲρ πρακτέων οἱ λόγοι. ἐγὼ δὲ Βιτέλιον μὲν καταλυθῆναι κελεύω, μιαρὸν γὰρ τὸν ἄνθρωπον οἶδα καὶ μεθύοντα ἀσελγείᾳ πάσῃ, σὲ δ᾽ ἄνδρα εἰδὼς ἀγαθὸν καὶ γενναιότητι προὔχοντα οὔ φημι χρῆναι τὰ μὲν Βιτελίου διορθοῦσθαι, τὰ σεαυτοῦ δὲ μήπω εἰδέναι. ὅσα μὲν δὴ αἱ μοναρχίαι ὑβρίζουσιν, οὐκ ἐμοῦ χρὴ μανθάνειν, [p. 191] ἀλλ᾽ αὐτὸς εἴρηκας, γιγνώσκοις δ᾽ ἄν, ὡς νεότης μὲν ἐπὶ τυραννίδα πηδῶσα προσήκοντα ἑαυτῇ που πράττει, τὸ γὰρ τυραννεύειν οὕτως ἔοικε νέοις, ὡς τὸ μεθύειν, ὡς τὸ ἐρᾶν, καὶ νέος μὲν τυραννεύσας οὔπω κακός, ἢν μιαιφόνος παρὰ τὴν τυραννίδα καὶ ὠμὸς καὶ ἀσελγὴς δόξῃ, γέροντος δὲ ἐπὶ τυραννίδα ἥκοντος πρώτη αἰτία τὸ τοιαῦτα βούλεσθαι: καὶ γὰρ ἢν φιλάνθρωπος φαίνηται καὶ κεκοσμημένος, οὐκ ἐκείνου ταῦτα νομίζουσιν, ἀλλὰ τῆς ἡλικίας καὶ τοῦ κατηρτυκέναι, δόξει δὲ καὶ πάλαι τούτου καὶ νέος ἔτι ἐπιθυμήσας ἁμαρτεῖν, αἱ δὲ τοιαῦται ἁμαρτίαι πρόσκεινται μὲν δυστυχίᾳ, πρόσκεινται δὲ δειλίᾳ: δοκεῖ γάρ τις καταγνοὺς τῆς ἑαυτοῦ τύχης τὸ ἐν νῷ τυραννεῦσαι παρεῖναι τυραννησείοντι ἐκστῆναι ἑτέρῳ δείσας δήπου αὐτὸν ὡς ἄνδρα. τὸ μὲν δὴ τῆς δυστυχίας ἐάσθω, τὸ δὲ τῆς δειλίας πῶς παραιτήσῃ καὶ ταῦτα Νέρωνα δοκῶν δεῖσαι τὸν δειλότατόν τε καὶ ῥᾳθυμότατον; γὰρ ἐνεθυμήθη Βίνδιξ ἐπ᾽ αὐτόν, σέ, νὴ τὸν Ἡρακλέα, ἐκάλει πρῶτον. καὶ γὰρ στρατιὰν εἶχες καὶ δύναμις, ἣν ἐπὶ τοὺς Ἰουδαίους ἦγες, ἐπιτηδειοτέρα ἦν τιμωρεῖσθαι Νέρωνα: ἐκεῖνοι μὲν γὰρ πάλαι ἀφεστᾶσιν οὐ μόνον Ῥωμαίων, ἀλλὰ καὶ πάντων ἀνθρώπων: οἱ γὰρ βίον ἄμικτον εὑρόντες καὶ οἷς μήτε κοινὴ πρὸς ἀνθρώπους τράπεζα μήτε σπονδαὶ μήτε εὐχαὶ μήτε θυσίαι, πλέον ἀφεστᾶσιν ἡμῶν Σοῦσα καὶ Βάκτρα καὶ οἱ ὑπὲρ ταῦτα Ἰνδοί: οὐκοῦν οὐδ᾽ εἰκὸς ἦν τιμωρεῖσθαι τούτους ἀφισταμένους, οὓς βέλτιον ἦν μηδὲ κτᾶσθαι. Νέρωνα δὲ τίς οὐκ ἂν ηὔξατο τῇ ἑαυτοῦ χειρὶ ἀποκτεῖναι μονονοὺ πίνοντα τὸ τῶν ἀνθρώπων αἷμα καὶ ἐν μέσοις τοῖς φόνοις ᾄδοντα; καίτοι ἐμοῦ τὰ ὦτα ὀρθὰ ἦν πρὸς τοὺς ὑπὲρ σοῦ λόγους καὶ [p. 192] ὁπότε τις ἐκεῖθεν ἀφίκοιτο τρισμυρίους Ἰουδαίων ἀπολωλέναι φάσκων ὑπὸ σοῦ καὶ πεντακισμυρίους κατὰ τὴν ἐφεξῆς μάχην, ἀπολαμβάνων τὸν ἥκοντα ξυμμέτρως ἠρώτων, τί δ᾽ ἀνήρ; μὴ μεῖζόν τι τούτων; ἐπεὶ δὲ τὸν Βιτέλιον εἴδωλον πεποιημένος τοῦ Νέρωνος ἐπ᾽ αὐτὸν στρατεύεις, μὲν βεβούλευσαι, πρᾶττε, καλὰ γὰρ καὶ ταῦτα, τὰ δὲ ἐπὶ τούτοις ὧδε ἐχέτω: Ῥωμαίοις τὸ δημοκρατεῖσθαι πολλοῦ ἄξιον καὶ πολλὰ τῶν ὄντων αὐτοῖς ἐπ᾽ ἐκείνης τῆς πολιτείας ἐκτήθη: παῦε μοναρχίαν, περὶ ἧς τοιαῦτα εἴρηκας, καὶ δίδου Ῥωμαίοις μὲν τὸ τοῦ δήμου κράτος, σαυτῷ δὲ τὸ ἐλευθερίας αὐτοῖς ἄρξαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: