previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπιπλῆξαι δὲ λέγεται περὶ Διονυσίων Ἀθηναίοις, ποιεῖταί σφισιν ἐν ὥρᾳ τοῦ ἀνθεστηριῶνος: μὲν γὰρ μονῳδίας ἀκροασομένους καὶ μελοποιίας παραβάσεών τε καὶ ῥυθμῶν, ὁπόσοι κωμῳδίας τε καὶ τραγῳδίας εἰσίν, ἐς τὸ θέατρον ξυμφοιτᾶν ᾤετο, ἐπεὶ δὲ ἤκουσεν, ὅτι αὐλοῦ ὑποσημήναντος λυγισμοὺς ὀρχοῦνται καὶ μεταξὺ τῆς Ὀρφέως ἐποποιίας τε καὶ θεολογίας τὰ μὲν ὡς Ὧραι, τὰ δὲ ὡς Νύμφαι, τὰ δὲ ὡς Βάκχαι πράττουσιν, ἐς ἐπίπληξιν τούτου κατέστη καὶπαύσασθεεἶπενἐξορχούμενοι τοὺς Σαλαμινίους καὶ πολλοὺς ἑτέρους κειμένους ἀγαθοὺς ἄνδρας, εἰ μὲν γὰρ Λακωνικὴ ταῦτα ὄρχησις, εὖγε οἱ στρατιῶται, γυμνάζεσθε γὰρ πολέμῳ καὶ ξυνορχήσομαι, εἰ δὲ ἁπαλὴ καὶ ἐς τὸ θῆλυ σπεύδουσα, τί φῶ περὶ τῶν τροπαίων; οὐ γὰρ κατὰ [p. 141] Μήδων ταῦτα Περσῶν, καθ᾽ ὑμῶν δὲ ἑστήξει, τῶν ἀναθέντων αὐτὰ εἰ λίποισθε. κροκωτοὶ δὲ ὑμῖν καὶ ἁλουργία καὶ κοκκοβαφία τοιαύτη πόθεν; οὐδὲ γὰρ αἱ Ἀχαρναί γε ὧδε ἐστέλλοντο, οὐδὲ Κολωνὸς ὧδε ἵππευε. καὶ τί λέγω ταῦτα; γυνὴ ναύαρχος ἐκ Καρίας ἐφ᾽ ὑμᾶς ἔπλευσε μετὰ Ξέρξου, καὶ ἦν αὐτῇ γυναικεῖον οὐδέν, ἀλλ᾽ ἀνδρὸς στολὴ καὶ ὅπλα, ὑμεῖς δὲ ἁβρότεροι τῶν Ξέρξου γυναικῶν ἐφ᾽ ἑαυτοὺς στέλλεσθε οἱ γέροντες οἱ νέοι τὸ ἐφηβικόν, οἳ πάλαι μὲν ὤμνυσαν ἐς Ἀγραύλου φοιτῶντες ὑπὲρ τῆς πατρίδος ἀποθανεῖσθαι καὶ ὅπλα θήσεσθαι, νῦν δὲ ἴσως ὀμοῦνται ὑπὲρ τῆς πατρίδος βακχεύσειν καὶ θύρσον λήψεσθαι κόρυν μὲν οὐδεμίαν φέρον, γυναικομίμῳ δὲ μορφώματι, κατὰ τὸν Εὐριπίδην, αἰσχρῶς διαπρέπον. ἀκούω δὲ ὑμᾶς καὶ ἀνέμους γίγνεσθαι καὶ λῄδια ἀνασείειν λέγεσθε ἔπιπλα μετεώρως αὐτὰ κολποῦντες. ἔδει δὲ ἀλλὰ τούτους γε αἰδεῖσθαι, ξυμμάχους ὄντας καὶ πνεύσαντας ὑπὲρ ὑμῶν μέγα, μηδὲ τὸν Βορέαν κηδεστήν γε ὄντα καὶ παρὰ πάντας τοὺς ἀνέμους ἄρσενα ποιεῖσθαι θῆλυν, οὐδὲ γὰρ τῆς Ὠρειθυίας ἐραστὴς ἄν ποτε Βορέας ἐγένετο, εἰ κἀκείνην ὀρχουμένην εἶδε.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: