previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κἀκεῖνα ἀξιομνημόνευτα εὗρον τοῦ ἀνδρός: ἐρᾶν τις ἐδόκει τοῦ τῆς Ἀφροδίτης ἕδους, ἐν Κνίδῳ γυμνὸν ἵδρυται, καὶ τὰ μὲν ἀνετίθει, τὰ δ᾽ ἀναθήσειν ἔφασκεν ὑπὲρ τοῦ γάμου, Ἀπολλωνίῳ δὲ καὶ ἄλλως μὲν ἄτοπα ἐδόκει ταῦτα, ἐπεὶ δὲ μὴ παρῃτεῖτο Κνίδος, ἀλλ᾽ ἐναργεστέραν ἔφασαν τὴν θεὸν δόξειν, εἰ ἐρῷτο, ἔδοξε τῷ ἀνδρὶ καθῆραι τὸ ἱερὸν τῆς ἀνοίας ταύτης, καὶ ἐρομένων τῶν Κνιδίων αὐτόν, εἴ τι βούλοιτο τῶν θυτικῶν εὐκτικῶν διορθοῦσθαιὀφθαλμοὺςἔφηδιορθώσομαι, τὰ δὲ τοῦ ἱεροῦ πάτρια ἐχέτω, ὡς ἔχει.’ καλέσας οὖν τὸν θρυπτόμενον ἤρετο αὐτόν, εἰ θεοὺς νενόμικε, τοῦ δ᾽ οὕτω νομίζειν θεοὺς φήσαντος, ὡς καὶ ἐρᾶν αὐτῶν, καὶ τῶν γάμων μνημονεύσαντος, οὓς θύσειν ἡγεῖτο, ‘σὲ μὲν ποιηταὶἔφηἐπαίρουσι τοὺς Ἀγχίσας τε καὶ τοὺς Πηλέας θεαῖς ξυζυγῆναι εἰπόντες, ἐγὼ δὲ περὶ τοῦ ἐρᾶν καὶ ἐρᾶσθαι τόδε γιγνώσκω: θεοὶ θεῶν ἄνθρωποι ἀνθρώπων θηρία θηρίων καὶ καθάπαξ ὅμοια ὁμοίων ἐρᾷ ἐπὶ τῷ ἔτυμα καὶ ξυγγενῆ τίκτειν, τὸ δὲ ἑτερογενὲς τῷ μὴ ὁμοίῳ ξυνελθὸν οὔτε ζυγὸς οὔτε ἔρως. εἰ δὲ ἐνεθυμοῦ τὰ Ἰξίονος, οὐδ᾽ ἂν ἐς ἔννοιαν καθίστασο τοῦ μὴ ὁμοίων ἐρᾶν. ἀλλ᾽ ἐκεῖνος [p. 252] μὲν τροχῷ εἰκασμένος δι᾽ οὐρανοῦ κνάμπτεται, σὺ δ᾽, εἰ μὴ ἄπει τοῦ ἱεροῦ, ἀπολεῖ ἐν ἁπάσῃ τῇ γῇ οὐδ᾽ ἀντειπεῖν ἔχων τὸ μὴ οὐ δίκαια τοὺς θεοὺς ἐπὶ σοὶ γνῶναι.’ ὧδε παροινία ἐσβέσθη καὶ ἀπῆλθεν φάσκων ἐρᾶν ὑπὲρ ξυγγνώμης θύσας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: