previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταυτὶ μὲν ὕστερον. ἀφικομένῳ δὲ αὐτῷ ἐς βαβυλῶνα σατράπης ἐπὶ τῶν μεγάλων πυλῶν μαθὼν ὅτι ὑπὲρ ἱστορίας ἥκοι, ὀρέγει χρυσῆν εἰκόνα τοῦ βασιλέως, ἣν εἰ μὴ προσκυνήσειέ τις, οὐ θεμιτὸν ἦν ἐσφοιτᾶν ἔσω. πρεσβεύοντι μὲν οὖν παρὰ τοῦ Ῥωμαίων ἄρχοντος οὐδεμία ἀνάγκη τούτου, παρὰ βαρβάρων δὲ ἥκοντι ἀφιστοροῦντι τὴν χώραν, εἰ μὴ τὴν εἰκόνα προθεραπεύσειεν, ἄτιμον ἀπειλῆφθαι: καὶ σατραπεύεται παρὰ τοῖς βαρβάροις τὰ οὕτως εὐήθη. ἐπεὶ τοίνυν τὴν εἰκόνα εἶδετίςἔφηοὗτος;’ ἀκούσας δὲ ὅτι βασιλεύςοὗτος,’ εἶπενὃν ὑμεῖς προσκυνεῖτε, εἰ ἐπαινεθείη ὑπ᾽ ἐμοῦ καλὸς κἀγαθὸς δόξας μεγάλων τεύξεται:’ καὶ εἰπὼν ταῦτα [p. 30] διὰ πυλῶν ᾔει. θαυμάσας δὲ σατράπης αὐτὸν ἐπηκολούθησέ τε καὶ κατασχὼν τὴν χεῖρα τοῦ Ἀπολλωνίου δἰ ἑρμηνέος ἤρετο ὄνομά τε αὐτοῦ καὶ οἶκον καὶ τι ἐπιτηδεύοι καὶ ἐφ᾽ τι φοιτῴη, καὶ ἀπογραψάμενος ταῦτα ἐς γραμματεῖον στολήν τε αὐτοῦ καὶ εἶδος ἐκεῖνον μὲν περιμεῖναι κελεύει, δραμὼν δὲ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: