previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ Ἀπολλώνιοςἐπεί μεεἶπενἐς κυβερνητικὸν ἐμβιβάζεις λόγον, ἄκουε, δοκῶ μοι τότε ὑγιῶς πρᾶξαι: τὴν θάλαττάν ποτε τῶν Φοινίκων λῃσταὶ ὑπεκάθηντο καὶ ἐφοίτων περὶ τὰς πόλεις ἀναμανθάνοντες τίς τί ἄγοι. κατιδόντες οὖν ἐμπορίαν λαμπρὰν τῆς νεὼς οἱ τῶν λῃστῶν πρόξενοι διελέγοντό μοι ἀπολαβόντες με, πόσον τι μεθέξοιμι τοῦ ναύλου, ἐγὼ δὲ χιλίων ἔφην, ἐπειδὴ τέτταρες ἐκυβέρνων τὴν ναῦν. ‘οἰκία δὲἔφασανἔστι σοι;’ ‘καλύβη πονηρὰἔφηνπερὶ τὴν νῆσον τὴν Φάρον, οὗ πάλαι ποτὲ Πρωτεὺς ᾤκει.’ ‘βούλοιο ἂν οὖνἤροντό μεγενέσθαι σοι γῆν μὲν ἀντὶ θαλάττης, οἰκίαν δὲ ἀντὶ τῆς καλύβης, τὸ δὲ ναῦλον δεκάκις τοῦτο κακῶν τε ἐξελθεῖν μυρίων, ἀπὸ τῆς θαλάττης ἀνοιδούσης ἐγχρίπτει τοῖς κυβερνῶσιν;’ βούλεσθαι μὲν εἶπον, οὐ μὴν ἁρπαγῶν γε ἐμαυτὸν ἀξιοῦν, ὁπότε σοφώτερος ἐμαυτοῦ γέγονα καὶ στεφάνων ἠξίωμαι παρὰ τῆς τέχνης. προϊόντων δ᾽ αὐτῶν καὶ βαλάντιά μοι δραχμῶν μυρίων δώσειν [p. 102] φασκόντων, εἰ γενοίμην αὐτοῖς, ἐβούλοντο, λέγειν ἤδη παρεκελευσάμην ὡς μηδὲν ἐλλείψων τοῦ πᾶς ἀνὴρ γενέσθαι σφίσι: λέγουσι δὴ μελεδωνοὶ μὲν εἶναι λῃστῶν, δεῖσθαι δέ μου μὴ ἀφελέσθαι αὐτοὺς τὸ τὴν ναῦν ἑλεῖν, μηδὲ ἐς ἄστυ ἐκπλεῦσαι, ὁπότε ἐκεῖθεν ἄραιμι, ἀλλ᾽ ὑφορμίσασθαι τῷ ἀκρωτηρίῳ, τὰς ναῦς γὰρ τὰς λῃστρικὰς ἐν περιβολῇ ἑστάναι, καὶ ὀμνύναι μοι ἐβούλοντο μήτ᾽ αὐτόν με ἀποκτενεῖν καὶ ἀνήσειν δὲ τὸν θάνατον οἷς ἂν ἐγὼ παραιτῶμαι. ἐγὼ δὲ νουθετεῖν μὲν αὐτοὺς οὐκ ἀσφαλὲς ἐμαυτῷ ἡγούμην δείσας μὴ ἀπογνόντες ἐμβάλωσι μετεώρῳ τῇ νηὶ καὶ ἀπολώμεθά που τοῦ πελάγους, ὡς δὲ ὑπουργῆσαι ῾ὑπεσχόμην᾽, ἐβούλοντο, ὀμνύναι ἔφην αὐτοὺς δεῖν μὴν ἀληθεύσειν ταῦτα. ὀμοσάντων τοίνυν, καὶ γὰρ ἐν ἱερῷ διελέγοντο, ‘χωρεῖτεἔφηνἐπὶ τὰ τῶν λῃστῶν πλοῖα, ἡμεῖς γὰρ νύκτωρ ἀφήσομεν.’ καὶ πιθανώτερος ἐδόκουν ἔτι περὶ τοῦ νομίσματος διαλεγόμενος, ὡς δόκιμον ἀπαριθμηθείη μοι καὶ μὴ πρότερον τὴν ναῦν ἕλωσιν. οἱ μὲν δὴ ἐχώρουν, ἐγὼ δὲ ἧκα ἐς τὸ πέλαγος ὑπεράρας τοῦ ἀκρωτηρίου.’ ‘ταῦτ᾽ οὖν,’ εἶπεν ἸάρχαςἈπολλώνιε, δικαιοσύνης ἡγῇ ἔργα;’ ‘καὶ πρός γεἔφηφιλανθρωπίας, τὸ γὰρ μὴ ἀποδόσθαι ψυχὰς ἀνθρώπων, μηδ᾽ ἀπεμπολῆσαι τὰ τῶν ἐμπόρων, χρημάτων τε κρείττω γενέσθαι ναύτην ὄντα πολλὰς ἀρετὰς οἶμαι ξυνειληφέναι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: