previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δ᾽, ὡς ἄριστα ξυμβουλεύσαντος ἐπαινέσας ἐκέλευσε τὸν ἄνδρα κατὰ τὴν τοῦ συκοφάντου ξυμβουλίαν ἀπολογεῖσθαι, τὰς μὲν ἄλλας παρελθὼν αἰτίας, ὡς οὐκ ἀξίας καταστῆσαί τινα ἐς λόγον, ὑπὲρ τεττάρων δέ, ἃς ἀπόρους τε καὶ δυσαποκρίτους ᾤετο, ὧδε ἐρωτήσας: ‘τί γὰρ μαθών,’ ἔφηἈπολλώνιε, οὐ τὴν αὐτὴν ἔχεις ἅπασι στολήν, ἀλλ᾽ ἰδίαν τε καὶ ἐξαίρετον;’ ‘ὅτι μεεἶπεν τρέφουσα γῆ καὶ ἀμφιέννυσι, ζῷα δὲ ἄθλια οὐκ ἐνοχλῶ.’ πάλιν ἤρετοτοῦ χάριν οἱ ἄνθρωποι θεόν σε ὀνομάζουσιν;’ ‘ὅτι πᾶςεἶπενἄνθρωπος ἀγαθὸς νομιζόμενος θεοῦ ἐπωνυμίᾳ τιμᾶται.’ λόγος οὗτος ὁπόθεν ἐφιλοσοφήθη τῷ ἀνδρί, δεδήλωκα ἐν τοῖς Ἰνδῶν λόγοις. τρίτον ἤρετο ὑπὲρ τοῦ ἐν Ἐφέσῳ λοιμοῦπόθεν γὰρἔφηὁρμώμενος τῷ ξυμβαλλόμενος προεῖπας τῇ Ἐφέσῳ νοσήσειν αὐτούς;’ ‘λεπτοτέρᾳ,’ εἶπεν βασιλεῦ, διαίτῃ χρώμενος πρῶτος τοῦ δεινοῦ ᾐσθόμην: εἰ δὲ βούλει, λέγω καὶ λοιμῶν αἰτίας.’ δ᾽, οἶμαι, δείσας μὴ τὴν ἀδικίαν καὶ τοὺς μὴ καθαροὺς γάμους καὶ ὁποῖα οὐκ εὐλόγως ἔπραττεν, ἐπιγράψῃ ταῖς τοιαύταις νόσοιςοὐ δέομαιἔφητοιᾶσδε ἀποκρίσεως.’ ἐπεὶ δὲ τὴν τετάρτην ἐρώτησιν ἐπέφερεν ἐς τοὺς ἄνδρας, οὐκ εὐθὺς ὥρμησεν, ἀλλὰ πολὺν μὲν χρόνον διαλιπών, πολλὰ δὲ ἐνθυμηθείς, ἰλιγγιῶντι δὲ ὅμοιος ἠρώτησεν [p. 300] οὐ κατὰ τὴν ἁπάντων δόξαν: οἱ μὲν γὰρ ᾤοντο αὐτὸν ἐκπηδήσαντα τοῦ πλάσματος μήτε τῆς προσηγορίας ἀφέξεσθαι τῶν ἀνδρῶν, σχέτλιά τε ὑπὲρ τῆς θυσίας βοήσεσθαι, δὲ οὐχ ὧδε, ἀλλ᾽ ὑφέρπων τὴν ἐρώτησινεἰπέ μοιἔφηπροελθὼν τῆς οἰκίας τῇ δεῖνι ἡμέρᾳ καὶ ἐς ἀγρὸν πορευθεὶς τίνι ἐθύσω τὸν παῖδα;’ καὶ Ἀπολλώνιος ὥσπερ μειρακίῳ ἐπιπλήττωνεὐφήμει,’ ἔφηεἰ μὲν γὰρ προῆλθον τῆς οἰκίας, ἐγενόμην ἐν ἀγρῷ, εἰ δὲ τοῦτο, καὶ ἔθυσα, εἰ δὲ ἔθυσα, καὶ ἔφαγον. λεγόντων δὲ αὐτὰ οἱ πίστεως ἄξιοι.’ τοιαῦτα τοῦ ἀνδρὸς εἰπόντος καὶ ἐπαίνου ἀρθέντος μείζονος βασίλειον ξυγχωρεῖ δικαστήριον, ξυμμαρτυρεῖν αὐτῷ νομίσας βασιλεὺς τοὺς παρόντας καὶ παθών τι πρὸς τὰς ἀποκρίσεις, ἐπειδὴ ἔρρωντό τε καὶ νοῦν εἶχονἀφίημί σεεἶπετῶν ἐγκλημάτων, περιμενεῖς δέ, ἔστ᾽ ἂν ἰδίᾳ ξυγγενώμεθα.’ δὲ ἐπιρρώσας ἑαυτὸνσοὶ μὲν χάρις, βασιλεῦ,’ ἔφηδιὰ δὲ τοὺς ἀλιτηρίους τούτους ἀπολώλασι μὲν αἱ πόλεις, πλήρεις δ᾽ αἱ νῆσοι φυγάδων, δὲ ἤπειρος οἰμωγῆς, τὰ δὲ στρατεύματα δειλίας, δὲ ξύγκλητος ὑπονοίας. δός, εἰ βούλοιο, κἀμοὶ τόπον, εἰ δὲ μή, πέμπε τὸν ληψόμενόν μου τὸ σῶμα, τὴν γὰρ ψυχὴν ἀδύνατον: μᾶλλον δὲ οὐδ᾽ ἂν τὸ σῶμα τοὐμὸν λάβοις, οὐ γάρ με κτενέεις, ἐπεὶ οὔτοι μόρσιμός εἰμι.’ καὶ εἰπὼν ταῦτα ἠφανίσθη τοῦ δικαστηρίου, τόν τε παρόντα καιρὸν εὖ τιθέμενος ὑπὲρ ὧν οὐδ᾽ ἁπλῶς τύραννος, ἀλλὰ καὶ ἐκ περιουσίας ἐρωτήσων δῆλος ἦνἐμεγαλοφρονεῖτο γάρ που τῷ μὴ ἀπεκτονέναι αὐτὸντοῦ τε μὴ ἐς τὰ τοιαῦτα ὑπαχθῆναι προορῶν. τυχεῖν δ᾽ αὖ τούτου ἄριστα ἡγεῖτο, εἰ μὴ ἀγνοοῖτο τῆς φύσεως, ἀλλὰ γιγνώσκοιτο, ὡς ἔχοι τοῦ [p. 301] μὴ ἄν ποτε ἁλῶναι ἄκων. καὶ γὰρ τὸ δέος τὸ περὶ τοῖς ἀνδράσιν εὖ ἤδη αὐτῷ εἶχεν, ὑπὲρ ὧν γὰρ μηδὲ ἐρέσθαι τι τύραννος ὥρμησε, πῶς ἂν τούτους ἐς τὸ πιθανὸν ἀπέκτεινεν ἐπὶ ταῖς οὐκ ἐν δικαστηρίῳ πεπιστευμέναις αἰτίαις; τοιάδε εὗρον τὰ ἐν τῇ δίκῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: