previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτα εἰπὼν ὕπνου [p. 285] ἔσπασε κομιδῇ βραχὺ καὶ ὅσον ἐπ᾽ ὀφθαλμοὺς ἦλθεν, ἡμέρα δ᾽ ὡς ἐγένετο, προσευξάμενος τῷ Ἡλίῳ, ὡς ἐν δεσμωτηρίῳ εἰκός, διελέγετο τοῖς προσιοῦσιν, ὁπόσα ἠρώτων, καὶ οὕτως ἀγορᾶς πληθούσης ἀφικνεῖται γραμματεὺς κελεύων ἐπὶ θύρας ἤδη εἶναιμὴ καὶ θᾶττονἔφηἐσκληθῶμεν.’ δὲ εἰπὼνἴωμενξὺν ὁρμῇ προῆλθε. πορευομένῳ δ᾽ αὐτῷ δορυφόροι ἐπηκολούθουν τέτταρες πλέον ἀπέχοντες οἱ φυλακῆς ἕνεκα ὁμαρτοῦντες, ἐφείπετο δὲ καὶ Δάμις δεδιὼς μέν, ξυννοοῦντι δ᾽ ὅμοιος. ἑώρων μὲν δὴ ἐς τὸν Ἀπολλώνιον ἅπαντες, αὐτοῦ τε γὰρ τοῦ σχήματος ἀπεβλέπετο καὶ θεία ἐδόκει περὶ τῷ εἴδει ἔκπληξις, καὶ αὐτὸ δὲ τὸ ἥκειν ὑπὲρ ἀνδρῶν κινδυνεύσοντα καὶ τοὺς βασκαίνοντας αὐτῷ πρότερον ἐπιτηδείους ἐποίει τότε. προσεστὼς δὲ τοῖς βασιλείοις καὶ τοὺς μὲν θεραπευομένους ὁρῶν, τοὺς δὲ θεραπεύοντας, ἐσιόντων τε καὶ ἐξιόντων κτύπονδοκεῖ μοι,’ ἔφη Δάμι, βαλανείῳ ταῦτα εἰκάσθαι, τοὺς μὲν γὰρ ἔξω ἔσω ὁρῶ σπεύδοντας, τοὺς δὲ ἔσω ἔξω, παραπλήσιοι δέ εἰσιν οἱ μὲν ἐκλελουμένοις, οἱ δ᾽ ἀλούτοις.’ τὸν λόγον τοῦτον ἄσυλον κελεύω φυλάττειν καὶ μὴ τῷ δεῖνι τῷ δεῖνι προσγράφειν αὐτὸν οὕτω τι Ἀπολλωνίου ὄντα, ὡς καὶ ἐς ἐπιστολὴν αὐτῷ ἀναγεγράφθαι. ἰδὼν δέ τινα μάλα πρεσβύτην ἐπιθυμοῦντα μὲν ἄρχειν, δι᾽ αὐτὸ δὲ τοῦτο ἀρχόμενον καὶ θεραπεύοντα τὸν βασιλέατοῦτον,’ ἔφη Δάμι, οὐδὲ Σοφοκλῆς πω πέπεικε τὸν λυττῶντά τε καὶ ἄγριον δεσπότην ἀποφυγεῖν.’ ‘ὃν ἡμεῖς,’ εἶπενἈπολλώνιε, καὶ αὐτοὶ ᾑρήμεθα: ταῦτά τοι καὶ προσεστήκαμεν θύραις τοιαύταις.’ ‘δοκεῖς μοιἔφη Δάμι, καὶ τὸν Αἰακόν, ὅσπερ ἐν Αἵδου λέγεται, φρουρὸν ἡγεῖσθαι τουτωνὶ τῶν [p. 286] πυλῶν εἶναι, τεθνεῶτι γὰρ δὴ ἔοικας.’ ‘οὐ τεθνεῶτι,’ ἔφητεθνηξομένῳ δέ.’ καὶ Ἀπολλώνιος, ‘ἀφυής,’ εἶπεν Δάμι, πρὸς τὸν θάνατον εἶναί μοι φαίνῃ, καίτοι ξυνών μοι χρόνον, ἐκ μειρακίου φιλοσοφῶν, ἐγὼ δὲ ᾤμην παρεσκευάσθαι τέ σε πρὸς αὐτὸν καὶ τὴν ἐν ἐμοὶ τακτικὴν εἰδέναι πᾶσαν, ὥσπερ γὰρ τοῖς μαχομένοις καὶ ὁπλιτεύουσιν οὐκ εὐψυχίας δεῖ μόνον, ἀλλὰ καὶ τάξεως ἑρμηνευούσης τοὺς καιροὺς τῆς μάχης, οὕτω καὶ τοῖς φιλοσοφοῦσιν ἐπιμελητέα τῶν καιρῶν, ἐν οἷς ἀποθανοῦνται, ὡς μὴ ἄτακτοι, μηδὲ θανατῶντες, ξὺν ἀρίστῃ δ᾽ αἱρέσει ἐς αὐτοὺς φέροιντο. ὅτι δὲ ἄριστά τε καὶ κατὰ τὸν προσήκοντα φιλοσοφίᾳ καιρὸν εἱλόμην ἀποθνήσκειν, εἴ τις ἀποκτείνειν βούλοιτο, ἑτέροις τε ἀπολελόγημαι σοῦ παρόντος, αὐτόν τε σὲ διδάσκων ἀπείρηκα.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: