previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἄξιον δὲ μηδὲ τὰ ἐν τῷ ἱερῷ παρελθεῖν βίον γε ἀφηγούμενον ἀνδρός, ὃς καὶ τοῖς θεοῖς ἦν ἐν λόγῳ: μειράκιον γὰρ δὴ Ἀσσύριον παρὰ τὸν Ἀσκληπιὸν ἧκον ἐτρύφα νοσοῦν καὶ ἐν πότοις ἔζη, μᾶλλον δὲ ἀπέθνησκεν: ὑδέρῳ δὲ ἄρα εἴχετο καὶ μέθῃ χαῖρον αὐχμοῦ ἠμέλει. ἠμελεῖτο δὴ ὑπὸ τοῦ Ἀσκληπιοῦ διὰ ταῦτα καὶ οὐδὲ ὄναρ αὐτῷ ἐφοίτα. ἐπιμεμφομένῳ δὲ ταῦτα ἐπιστὰς θεὸςεἰ Ἀπολλωνίῳἔφηδιαλέγοιο, ῥᾴων ἔσῃ’. προσελθὼν οὖν τῷ Ἀπολλωνίῳτί ἂνἔφητῆς σῆς σοφίας ἐγὼ ἀπολαύσαιμι; κελεύει γάρ με Ἀσκληπιὸς συνεῖναί σοι.’ ‘ δ᾽ ὃςἔσται σοι πρὸς τὰ παρόντα πολλοῦ ἄξιον: ὑγιείας γάρ που δέῃ;’ ‘νὴ Δί᾽εἶπενἥν γε Ἀσκληπιὸς ἐπαγγέλλεται μέν, οὐ δίδωσι δέ.’ ‘εὐφήμει’, ἔφητοῖς γὰρ βουλομένοις δίδωσι, σὺ δὲ ἐναντία τῇ νόσῳ πράττεις, τρυφῇ γὰρ διδοὺς ὀψοφαγίαν ἐπεσάγεις ὑγροῖς καὶ διεφθορόσι τοῖς σπλάγχνοις καὶ ὕδατι ἐπαντλεῖς πηλόν.’ ταυτὶ μὲν σαφέστερα, οἶμαι, τῆς Ἡρακλείτου σοφίας ἐχρησμῴδει: μὲν γὰρ δεῖσθαι ἔφη τοῦ ποιήσοντος ἐξ ἐπομβρίας αὐχμόν, ἐσελθόντος αὐτὸν τουτουὶ τοῦ πάθους, οὐκ εὐξύνετά που λέγων, οὐδὲ δῆλα, δ᾽ ἤγαγεν ἐς ὑγίειαν τὸ μειράκιον τὰ σοφὰ σαφῶς ἑρμηνεύσας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: