Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἶδα καὶ τὰς τυραννίδας, ὡς ἔστιν ἀρίστη βάσανος ἀνδρῶν φιλοσοφούντων, καὶ ξυγχωρῶ σκοπεῖν, ὅ τι ἕκαστος ἑτέρου ἧττον ἢ μᾶλλον ἀνὴρ ἔδοξεν, ὁ λόγος δέ μοι ξυντείνει ἐς τόδε: κατὰ τοὺς χρόνους, οὓς Δομετιανὸς ἐτυράννευσε, περιέστησαν τὸν ἄνδρα κατηγορίαι καὶ γραφαί, ὅπως μὲν ἀρξάμεναι καὶ ὁπόθεν καὶ ὅ τι ἑκάστῃ ὄνομα, δηλώσω αὐτίκα, ἐπεὶ δὲ ἀνάγκη λέξαι, τί μὲν εἰπών, τίς δὲ εἶναι δόξας ἀπῆλθε τῆς κρίσεως ἑλὼν μᾶλλον τὸν τύραννον ἢ ἁλοὺς αὐτός, δοκεῖ μοι διελθεῖν πρὸ τούτων, ὁπόσα εὗρον ἀφηγήσεως ἄξια σοφῶν ἀνδρῶν πρὸς τυράννους ἔργα παραδεικνύειν τε αὐτὰ τοῖς Ἀπολλωνίου: χρὴ γάρ που τἀληθὲς οὕτω μαστεύειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.