previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ μὲν δὴ περὶ τὸν Δάμιν ἐξεπλήττοντο αὐτὰ ὡς εὔσκοπα καὶ τὴν ξυμμετρίαν τῆς τοξείας ἐθαύμαζον, δὲ Ἀπολλώνιος, ξυνεσίτει γὰρ τῷ βασιλεῖ ὁμοδιαίτῳ ὄντι, τούτοις μὲν ἧττον προσεῖχε, πρὸς δὲ τὸν βασιλέαεἰπέ μοι, βασιλεῦ,’ ἔφηπόθεν οὕτως ἔχεις φωνῆς Ἑλλάδος φιλοσοφία τε περὶ σὲ πόθεν ἐνταῦθα; οὐ γὰρ ἐς διδασκάλους γε οἶμαι ἀναφέρειν, ἐπεὶ μηδὲ εἶναί τινας ἐν Ἰνδοῖς εἰκὸς διδασκάλους τούτου.’ γελάσας οὖν βασιλεὺςοἱ μὲν παλαιοὶἔφητὰς ἐρωτήσεις τῶν καταπλεόντων [p. 71] ἐποιοῦντο, εἰ λῃσταί εἰσιν, οὕτως αὐτὸ καίτοι χαλεπὸν ὂν κοινὸν ἡγοῦντο, ὑμεῖς δέ μοι δοκεῖτε τοὺς ἐπιφοιτῶντας ὑμῖν ἐρωτᾶν, μὴ φιλόσοφοί εἰσιν, οὕτως αὐτὸ καίτοι θειότατον τῶν κατ᾽ ἀνθρώπους ὂν καὶ τοῖς ἐπιτυχοῦσιν ὑπάρχειν οἴεσθε. καὶ ὅτι μὲν παρ᾽ ὑμῖν ταὐτὸν τῷ λῃστεύειν ἐστίν, οἶδα, ὁμοίῳ μὲν γὰρ σοὶ ἀνδρὶ οὔ φασιν εἶναι ἐντυχεῖν, τοὺς δὲ πολλοὺς, ὥσπερ σκυλεύσαντας αὐτὸ ἑτέρων περιβεβλῆσθαί τε ἀναρμόστως καὶ σοβεῖν ἀλλοτρίαν ἐσθῆτα ἐπισύροντας: καὶ νὴ Δί᾽, ὥσπερ οἱ λῃσταὶ τρυφῶσιν εἰδότες ὅτι ὑπὸ τῇ δίκῃ κεῖνται, οὕτω κἀκείνους φασὶ γαστρί τε διδόναι καὶ ἀφροδισίοις καὶ ἀμπεχόνῃ λεπτῇ. τὸ δὲ αἴτιον: νόμοι ὑμῖν, οἶμαι, εἰσίν, εἰ μὲν τὸ νόμισμα παραφθείροι τις, ἀποθνήσκειν αὐτόν, καὶ παιδίον εἴ τις παρεγγράφοι, οὐκ οἶδ᾽ τι ἐπὶ τούτῳ, τοὺς δὲ τὴν φιλοσοφίαν ὑποβαλλομένους παραφθείροντας οὐδείς, οἶμαι, νόμος παρ᾽ ὑμῖν ἴσχει, οὐδὲ ἀρχή τις ἐπ᾽ αὐτοὺς τέτακται.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: