previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ δὲ ὄρθρον ἐρομένου αὐτὸν τοῦ Δημητρίου, ποῖ τῆς γῆς τρέψοιτο, καὶ κτυπεῖσθαι δοκοῦντος τὰ [p. 331] ὦτα ὑπὸ ἐννοίας ἱππέων, οὓς ᾤετο ἐπικεῖσθαι ἤδη τῷ Ἀπολλωνίῳ διὰ τὴν ὀργὴν τοῦ τυράννουδιώξεται μέν,’ ἔφημε οὐδὲ αὐτός, οὐδὲ ἕτερος, ἐμοὶ δὲ ἐς τὴν Ἑλλάδα πλοῦς ἔσται.’ ‘σφαλερός γε,’ εἶπετὸ γὰρ χωρίον φανερώτατον: ὃν δὲ μηδ᾽ ἂν ἐν τῷ ἀφανεῖ διαφύγοις, πῶς ἂν ἐν τῷ φανερῷ λάθοις;’ ‘οὐ δέομαιἔφηλανθάνειν, εἰ γάρ, ὡς σὺ οἴει, τοῦ τυράννου γῆ πᾶσα, βελτίους οἱ ἐν τῷ φανερῷ ἀποθνήσκοντες τῶν ἐν τῷ ἀφανεῖ ζώντων.’ καὶ πρὸς τὸν Δάμιναἰσθάνῃἔφηνεὼς ἀφιείσης ἐς Σικελίαν;’ ‘αἰσθάνομαι,’ εἶπεκαὶ γὰρ ἐπὶ θαλάττῃ καταλύομεν καὶ κηρύττων ἀγχοῦ θυρῶν, στέλλεταί τε ναῦς ἤδη: ξυμβάλλομαι δ᾽ αὐτὸ τῇ τῶν ἐμπλεόντων βοῇ καὶ οἷς περὶ τὴν ἀναίρεσιν τῶν ἀγκυρῶν πράττουσιν.’ ‘ἐπιβῶμενεἶπετῆς νεὼς ταύτης, Δάμι, πλευσούμενοι νῦν μὲν ἐς Σικελίαν, ἐκεῖθεν δ᾽ ἐς Πελοπόννησον.’ ‘ξυνδοκεῖ μοι,’ ἔφη

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: