previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐώθουν δὲ οἱ θεοὶ Δομετιανὸν ἤδη τῆς τῶν ἀνθρώπων προεδρίας. ἔτυχε μὲν γὰρ Κλήμεντα ἀπεκτονὼς ἄνδρα ὕπατον, τὴν ἀδελφὴν τὴν ἑαυτοῦ ἐδεδώκει, πρόσταγμα δ᾽ ἐπεποίητο περὶ τὴν τρίτην τετάρτην ἡμέραν τοῦ φόνου κἀκείνην ἐς ἀνδρὸς φοιτᾶν: στέφανος τοίνυν ἀπελεύθερος τῆς γυναικός, ὃν ἐδήλου τὸ τῆς διοσημίας σχῆμα, εἴτε τὸν τεθνεῶτα ἐνθυμηθείς, εἴτε πάντας, ὥρμησε μὲν ἴσα τοῖς ἐλευθερωτάτοις Ἀθηναίοις ἐπὶ τὸν τύραννον, ξίφος δ᾽ ὑφείρας τῷ τῆς ἀριστερᾶς πήχει καὶ τὴν χεῖρα ἐπιδέσμοις ἀναλαβὼν οἷον κατεαγυῖαν ἀπιόντι τοῦ δικαστηρίου προσελθὼνδέομαί σου,’ ἔφηβασιλεῦ, μόνου, μεγάλα γάρ, ὑπὲρ ὧν ἀκούσῃ.’ οὐκ ἀπαξιώσαντος δὲ τοῦ τυράννου τὴν ἀκρόασιν ἀπολαβὼν αὐτὸν ἐς τὸν ἀνδρῶνα, οὗ τὰ βασίλεια, ‘οὐ τέθνηκενεἶπεν πολεμιώτατός σοι Κλήμης, ὡς σὺ οἴει, ἀλλ᾽ ἔστιν οὗ ἐγὼ οἶδα, καὶ ξυντάττει ἑαυτὸν ἐπὶ σέ.’ μέγα δ᾽ αὐτοῦ βοήσαντος περὶ ὧν ἤκουσε, τεταραγμένῳ προσπεσὼν Στέφανος καὶ τὸ ξίφος τῆς ἐσκευασμένης χειρὸς ἀνασπάσας διῆκε τοῦ μηροῦ πρὸς μὲν τὸν αὐτίκα θάνατον οὐ καιρίαν, πρὸς δὲ τὸν μετὰ ταῦτα οὐκ ἄκαιρον. δ᾽ ἐρρωμένος μὲν καὶ ἄλλως τὸ σῶμα, γεγονὼς [p. 339] δὲ περὶ τὰ πέντε καὶ τετταράκοντα ἔτη ξυνεπλάκη τρωθείς, καὶ καταβαλὼν τὸν Στέφανον ἐπέκειτο τοὺς ὀφθαλμοὺς ὀρύττων καὶ τὰς παρειὰς ξυντρίβων πυθμένι χρυσῆς κύλικος αὐτοῦ κειμένης περὶ τὰ ἱερά, ἐκάλει δὲ καὶ τὴν Ἀθηνᾶν ἀρωγόν. συνέντες οὖν οἱ δορυφόροι κακῶς πράττοντος ἐσῆλθον ἀθρόοι καὶ τὸν τύραννον ἀπέκτειναν λιποθυμοῦντα ἤδη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: