previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κιλίκων ἦρχεν ὑβριστὴς ἄνθρωπος καὶ κακὸς τὰ ἐρωτικά: ἐς τοῦτον ἦλθε λόγος τῆς τοῦ Ἀπολλωνίου ὥρας, δὲ [p. 11] ἐρρῶσθαι φράσας οἷς ἔπραττεν, ἐν Ταρσοῖς δὲ ἄρα ἀγορὰν ἦγεν, ἐξωρμήθη ἐς τὰς Αἰγὰς νοσεῖν τε ἑαυτὸν φήσας καὶ τοῦ Ἀσκληπιοῦ δεῖσθαι, καὶ προσελθὼν τῷ Ἀπολλωνίῳ βαδίζοντι ἰδίᾳσύστησόν μεἔφητῷ θεῷ’. δὲ ὑπολαβὼνκαὶ τί σοι δεῖ τοῦ συστήσοντος’, εἶπενεἰ χρηστὸς εἶ; τοὺς γὰρ σπουδαίους οἱ θεοὶ καὶ ἄνευ τῶν προξενούντων ἀσπάζονται.’ ‘ὅτι νὴ Δί᾽,’ ἔφηἈπολλώνιε, σὲ μὲν θεὸς πεποίηται ξένον, ἐμὲ δὲ οὔπω’. ‘ἀλλὰ κἀμοῦἔφηκαλοκαγαθία προὐξένησεν, χρώμενος, ὡς δυνατὸν νέῳ, θεράπων τέ εἰμι τοῦ Ἀσκληπιοῦ καὶ ἑταῖρος: εἰ δὲ καὶ σοὶ καλοκαγαθίας μέλει, χώρει θαρρῶν παρὰ τὸν θεὸν καὶ εὔχου, τι ἐθέλεις.’ ‘νὴ Δί᾽,’ ‘εἶπενἢν σοί γε προτέρῳ εὔξωμαι.’ ‘καὶ τίἔφηἐμοὶ εὔξῃ;’ δ᾽ ὃςεὔχεσθαι δεῖ τοῖς καλοῖς: εὐχόμεθα δὲ αὐτοῖς κοινωνεῖν τοῦ κάλλους καὶ μὴ φθονεῖν τῆς ὥρας.’ ἔλεγε δὲ ταῦτα ὑποθρύπτων ἑαυτὸν καὶ τοὺς ὀφθαλμοὺς ὑγραίνων καὶ τί γὰρ οὐχ ἑλίττων τῶν οὕτως ἀσελγῶν τε καὶ ἐπιρρήτων; δὲ ταυρηδὸν ὑποβλέψας αὐτὸνμαίνῃ’, ἔφη κάθαρμα.’ τοῦ δ᾽ οὐ μόνον πρὸς ὀργὴν ταῦτα ἀκούσαντος, ἀλλὰ καὶ ἀπειλήσαντος, ὡς ἀποκόψοι αὐτοῦ τὴν κεφαλήν, καταγελάσας Ἀπολλώνιος δεῖνα ἡμέραἀνεβόησε: τρίτη δὲ ἄρα ἦν ἀπ᾽ ἐκείνης, ἐν δήμιοι κατὰ τὴν ὁδὸν ἀπέκτειναν τὸν ὑβριστὴν ἐκεῖνον, ὡς ξὺν Ἀρχελάῳ τῷ Καππαδοκίας βασιλεῖ νεώτερα ἐπὶ Ῥωμαίους πράττοντα. ταῦτα καὶ πολλὰ τοιαῦτα Μαξίμῳ τῷ Αἰγιεῖ ξυγγέγραπται, ἠξιώθη δὲ καὶ βασιλείων ἐπιστολῶν οὗτος εὐδοκιμῶν τὴν φωνήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: