Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἄρχεται τὸ ἐνθένδε τῆς ἐς τὸν ἄνδρα ὕβρεως γενείων τε ἀποκείρας αὐτὸν καὶ χαίτης ἔν τε τοῖς κακουργοτάτοις δήσας, ὁ δ᾽ ὑπὲρ μὲν τῆς κουρᾶς ‘ἐλελήθειν, ὦ βασιλεῦ,’ ἔφη ‘περὶ ταῖς θριξὶ κινδυνεύων,’ ὑπὲρ δὲ τῶν δεσμῶν ‘εἰ μὲν γόητά με ἡγῇ,’ ἔφη ‘πῶς δήσεις; εἰ δὲ δήσεις, πῶς γόητα εἶναι φήσεις;’ ‘καὶ ἀνήσω γε οὐ πρότερον,’ εἶπεν ‘ἢ ὕδωρ γενέσθαι σε ἤ τι θηρίον ἢ δένδρον.’ ‘ταυτὶ μὲν’ ἔφη ‘οὐδ᾽ εἰ δυναίμην, γενοίμην ἄν, ὡς μὴ προδοίην ποτὲ τοὺς οὐδεμιᾷ δίκῃ κινδυνεύοντας, ὢν δ᾽, ὅσπερ εἰμί, πᾶσιν ὑποθήσω ἐμαυτὸν οἷς ἂν περὶ τὸ σῶμα τουτὶ πράττῃς, ἔστ᾽ ἂν ὑπὲρ τῶν ἀνδρῶν ἀπολογήσωμαι.’ ‘ὑπὲρ δὲ σοῦ’ εἶπε ‘τίς ὁ ἀπολογησόμενος [p. 289] ἔσται;’ ‘χρόνος’ ἔφη ‘καὶ θεῶν πνεῦμα καὶ σοφίας ἔρως, ᾗ ξύνειμι.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.