previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀλλ᾽ ἐκεῖνο μοι εἰπέ: οὐκ ἐν ἀρχῇ τῶν λόγων ἔφαμεν σοφίαν εἶναι περὶ τοὺς ἐλέφαντας καὶ νοῦν περὶ πράττουσι;’ ‘καὶ εἰκότως,’ εἶπεν Δάμι, ἔφαμεν, εἰ γὰρ μὴ νοῦς ἐκυβέρνα τόδε τὸ θηρίον, οὔτ᾽ ἂν αὐτὸ διεγίγνετο οὔτ᾽ ἂν τὰ ἔθνη, ἐν οἷς γίγνεται.’ ‘τί οὖνἔφηοὕτως ἀμαθῶς καὶ οὐ πρὸς τὸ χρήσιμον ἑαυτοῖς τὴν διάβασιν ποιοῦνται; ἡγεῖται μὲν γάρ, ὡς ὁρᾷς, μικρότατος, ἕπεται δὲ αὐτῷ τις ὀλίγῳ μείζων, εἶτα ὑπὲρ τοῦτον ἕτερος, καὶ οἱ μέγιστοι κατόπιν πάντες. ἔδει δέ που τὸν ἐναντίον τρόπον αὐτοὺς πορεύεσθαι καὶ τοὺς μεγίστους τείχη καὶ προβλήματα ἑαυτῶν ποιεῖσθαι.’ ‘ἀλλ᾽, Δάμι,’ ἔφηπρῶτον μὲν ὑποφεύγειν ἐοίκασι δίωξιν ἀνθρώπων, οἷς που καὶ ἐντευξόμεθα ἑπομένοις τῷ ἴχνει, πρὸς δὲ τοὺς ἐπικειμένους δεῖ τὰ κατὰ νώτου πεφράχθαι μᾶλλον, ὥσπερ ἐν τοῖς πολέμοις, καὶ τοῦτο τακτικώτατον ἡγοῦ τῶν θηρίων, ἔπειτα διάβασις, εἰ μὲν προδιέβαινον οἱ μέγιστοι σφῶν, οὔπω τεκμαίρεσθαι παρεῖχον ἂν τοῦ [p. 59] ὕδατος εἰ διαβήσονται πάντες, τοῖς μὲν γὰρ εὔπορός τε καὶ ῥᾳδία περαίωσις ὑψηλοτάτοις οὖσι, τοῖς δὲ χαλεπή τε καὶ ἄπορος, μὴ ὑπεραίρουσι τοῦ ῥεύματος, διελθὼν δὲ σμικρότατος τὸ ἄλυπον ἤδη καὶ τοῖς λοιποῖς ἑρμηνεύει, καὶ ἄλλως οἱ μὲν μείζους προεμβαίνοντες κοιλότερον ἂν τὸν ποταμὸν ἀποφαίνοιεν τοῖς σμικροῖς, ἀνάγκη γὰρ συνιζάνειν τὴν ἰλὺν ἐς βόθρους διά τε βαρύτητα τοῦ θηρίου διά τε παχύτητα τῶν ποδῶν, οἱ δ᾽ ἐλάττους οὐδὲν ἂν βλάπτοιεν τὴν τῶν μειζόνων διαπορείαν ἧττον ἐμβοθρεύοντες.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: