Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Καταμείνασι δὲ αὐτοῖς καὶ τὴν ἐπιοῦσαν, οὐ γὰρ μεθίετο σφῶν ὁ Ἰνδός, δίδωσι τὴν πρὸς τὸν Ἰάρχαν ἐπιστολὴν γεγραμμένην ὧδε: ‘βασιλεὺς Φραώτης Ἰάρχᾳ διδασκάλῳ καὶ τοῖς περὶ αὐτὸν χαίρειν. Ἀπολλώνιος ἀνὴρ σοφώτατος σοφωτέρους ὑμᾶς ἑαυτοῦ ἡγεῖται καὶ μαθησόμενος ἥκει τὰ ὑμέτερα πέμπετε οὖν αὐτὸν εἰδότα ὁπόσα ἴστε: ὡς ἀπολεῖται οὐδὲν τῶν μαθημάτων ὑμῖν, καὶ γὰρ λέγει ἄριστα ἀνθρώπων καὶ μέμνηται. ἰδέτω δὲ καὶ τὸν θρόνον, ἐφ᾽ οὗ καθίσαντί μοι τὴν βασιλείαν ἔδωκας, Ἰάρχα πάτερ. καὶ οἱ ἑπόμενοι δὲ αὐτῷ ἄξιοι ἐπαίνου, ὅτι τοιοῦδε ἀνδρὸς ἥττηνται. εὐτύχει καὶ εὐτυχεῖτε.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.