previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


προϊὼν δὲ ἐς ἡλικίαν, ἐν γράμματα, μνήμης τε ἰσχὺν ἐδήλου καὶ μελέτης κράτος, καὶ γλῶττα Ἀττικῶς εἶχεν, οὐδ᾽ ἀπήχθη τὴν φωνὴν ὑπὸ τοῦ ἔθνους, ὀφθαλμοί τε πάντες ἐς αὐτὸν ἐφέροντο, καὶ γὰρ περίβλεπτος ἦν τὴν ὥραν. γεγονότα δὲ αὐτὸν ἔτη τεσσαρεσκαίδεκα ἄγει ἐς Ταρσοὺς πατὴρ παρ᾽ Εὐθύδημον τὸν ἐκ Φοινίκης. δὲ Εὐθύδημος ῥήτωρ τε ἀγαθὸς ἦν καὶ ἐπαίδευε τοῦτον, δὲ τοῦ μὲν διδασκάλου εἴχετο, τὸ δὲ τῆς πόλεως ἦθος ἄτοπόν τε ἡγεῖτο καὶ οὐ χρηστὸν ἐμφιλοσοφῆσαι, τρυφῆς τε γὰρ οὐδαμοῦ μᾶλλον ἅπτονται σκωπτόλαι τε καὶ ὑβρισταὶ πάντες καὶ δεδώκασι τῇ ὀθόνῃ μᾶλλον τῇ σοφίᾳ Ἀθηναῖοι, ποταμός τε αὐτοὺς διαρρεῖ Κύδνος, παρακάθηνται, καθάπερ τῶν ὀρνίθων οἱ ὑγροί. τό τοιπαύσασθε μεθύοντες τῷ ὕδατιἈπολλωνίῳ πρὸς αὐτοὺς ἐν ἐπιστολῇ εἴρηται. μεθίστησιν οὖν τὸν διδάσκαλον δεηθεὶς τοῦ πατρὸς ἐς Αἰγὰς τὰς πλησίον, ἐν αἷς ἡσυχία τε πρόσφορος τῷ φιλοσοφήσοντι καὶ σπουδαὶ νεανικώτεραι καὶ ἱερὸν Ἀσκληπιοῦ καὶ Ἀσκληπιὸς αὐτὸς ἐπίδηλος τοῖς ἀνθρώποις. ἐνταῦθα ξυνεφιλοσόφουν μὲν αὐτῷ Πλατώνειοί τε καὶ Χρυσίππειοι καὶ οἱ ἀπὸ τοῦ περιπάτου, διήκουε δὲ καὶ τῶν Ἐπικούρου λόγων, οὐδὲ γὰρ τούτους ἀπεσπούδαζε, τοὺς δέ γε Πυθαγορείους ἀρρήτῳ τινὶ σοφίᾳ ξυνέλαβε: διδάσκαλος μὲν γὰρ ἦν αὐτῷ τῶν Πυθαγόρου λόγων οὐ πάνυ σπουδαῖος, οὐδὲ ἐνεργῷ τῇ φιλοσοφίᾳ χρώμενος, γαστρός τε γὰρ ἥττων ἦν καὶ ἀφροδισίων καὶ κατὰ τὸν Ἐπίκουρον ἐσχημάτιστο: ἦν δὲ οὗτος Εὔξενος ἐξ Ἡρακλείας τοῦ Πόντου, τὰς δὲ Πυθαγόρου δόξας ἐγίγνωσκεν, ὥσπερ οἱ ὄρνιθες μανθάνουσι παρὰ τῶν ἀνθρώπων, τὸ γὰρχαῖρεκαὶ τὸεὖ πρᾶττεκαὶ τὸ [p. 7]Ζεὺς ἵλεωςκαὶ τὰ τοιαῦτα οἱ ὄρνιθες εὔχονται οὔτε εἰδότες τι λέγουσιν οὔτε διακείμενοι πρὸς τοὺς ἀνθρώπους, ἀλλὰ ἐρρυθμισμένοι τὴν γλῶτταν: δέ, ὥσπερ οἱ νέοι τῶν ἀετῶν ἐν ἁπαλῷ μὲν τῷ πτερῷ παραπέτονται τοῖς γειναμένοις αὐτοὺς μελετώμενοι ὑπ᾽ αὐτῶν τὴν πτῆσιν, ἐπειδὰν δὲ αἴρεσθαι δυνηθῶσιν, ὑπερπέτονται τοὺς γονέας ἄλλως τε κἂν λίχνους αἴσθωνται καὶ κνίσης ἕνεκα πρὸς τῇ γῇ πετομένους, οὕτω καὶ Ἀπολλώνιος προσεῖχέ τε τῷ Εὐξένῳ παῖς ἔτι καὶ ἤγετο ὑπ᾽ αὐτοῦ βαίνων ἐπὶ τοῦ λόγου, προελθὼν δὲ ἐς ἔτος δέκατον καὶ ἕκτον ὥρμησεν ἐπὶ τὸν τοῦ Πυθαγόρου βίον, πτερωθεὶς ἐπ᾽ αὐτὸν ὑπό τινος κρείττονος. οὐ μὴν τόν γε Εὔξενον ἐπαύσατο ἀγαπῶν, ἀλλ᾽ ἐξαιτήσας αὐτῷ προάστειον παρὰ τοῦ πατρός, ἐν κῆποί τε ἁπαλοὶ ἦσαν καὶ πηγαί, ‘σὺ μὲν ζῆθι τὸν σεαυτοῦ τρόπονἔφηἐγὼ δὲ τὸν Πυθαγόρου ζήσομαι’.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: