Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἐμφιλοσοφήσας δὲ τῇ Σικελίᾳ χρόνον, ὃς ἀποχρῶσαν αὐτῷ σπουδὴν εἶχεν, ἐπὶ τὴν Ἑλλάδα ἐκομίζετο περὶ ἀρκτούρου ἐπιτολάς. ἀλύπου δὲ τοῦ πλοῦ γενομένου κατασχὼν ἐς Λευκάδα ‘ἀποβῶμεν’ ἔφη ‘τῆς νεὼς ταύτης, οὐ γὰρ λῷον αὐτῇ ἐς Ἀχαίαν πλεῦσαι’. προσέχοντος δὲ οὐδενὸς τῷ λόγῳ πλὴν τῶν γιγνωσκόντων τὸν ἄνδρα, αὐτὸς μὲν ἐπὶ Λευκαδίας νεὼς ὁμοῦ τοῖς βουλομένοις ξυμπλεῖν ἐς Λέχαιον κατέσχεν, ἡ δὲ ναῦς ἡ Συρακουσία κατέδυ ἐσπλέουσα τὸν Κρισαῖον κόλπον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.