previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δὲ καὶ λόγος μὲν αὐτῷ ξυνεγράφη τις ὡς πρὸς ὕδωρ ἐς τὴν ἀπολογίαν ἀφήσοντι, ξυνεῖλε δὲ αὐτὸν τύραννος ἐς ἃς εἴρηκα ἐρωτήσεις, ἀναγεγράφθω καὶ λόγος. οὐκ ἀγνοῶ μὲν γάρ, ὅτι διαβαλοῦσιν αὐτὸν οἱ τὰς βωμολόχους ἰδέας ἐπαινοῦντες, ὡς ἧττον μέν, αὐτοί φασι δεῖν, κεκολασμένον, ὑπεραίροντα δὲ τοῖς τε ὀνόμασι καὶ ταῖς γνώμαις, τὸν δὲ ἄνδρα ἐνθυμουμένῳ οὔ μοι δοκεῖ σοφὸς ὑγιῶς ἂν ὑποκρίνεσθαι τὸ ἑαυτοῦ ἦθος πάρισα ἐπιτηδεύων καὶ ἀντίθετα καὶ κροτάλου δίκην κτυπῶν τῇ γλώττῃ, ῥητορικοῖς μὲν γὰρ πρὸς τρόπου ταῦτα καὶ οὐδὲ ἐκείνοις δεῖ: δεινότης γὰρ ἐν δικαστηρίοις μὲν φανερὰ κἂν διαβάλοι τινὰ ὡς ἐπιβουλεύοντα τοῖς ψηφιουμένοις, δ᾽ ἀφανὴς κἂν ἀπέλθοι κρατοῦσα, τὸ γὰρ λαθεῖν τοὺς δικάζοντας, ὡς δεινός ἐστιν, ἀληθεστέρα δεινότης. σοφῷ δὲ ἀνδρὶ ἀπολογουμένῳ, οὐ γὰρ κατηγορήσει γε σοφός, ἐπιτιμᾶν ἔρρωται, ἤθους τε δεῖ ἑτέρου παρὰ τοὺς δικανικοὺς ἄνδρας, λόγου τε κατεσκευασμένου μέν, μὴ δοκοῦντος δέ, καὶ ὑπόσεμνος ἔστω καὶ μὴ πολὺ ἀποδέων τοῦ ὑπερόπτης εἶναι ἔλεός τε ἀπέστω λέγοντος: γὰρ μὴ ἀντιβολῆσαι ξυγχωρῶν τί ἂν οὗτος ἐπὶ ἐλέῳ εἴποι; τοιόσδε λόγος δόξει τοῖς γε μὴ μαλακῶς ἀκροασομένοις ἐμοῦ τε καὶ τοῦ ἀνδρός: ξυνετέθη γὰρ αὐτῷ ὧδε:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: