This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοιάδε μὲν αὐτῷ τὰ ἐν τῇ Ῥόδῳ, τὰ δὲ ἐν τῇ Ἀλεξανδρείᾳ, ἐπειδὴ ἐσέπλευσεν: ἡ Ἀλεξάνδρεια καὶ ἀπόντος μὲν αὐτοῦ ἤρα καὶ ἐπόθουν τὸν Ἀπολλώνιον, ὡς εἷς ἕνα, καὶ ἡ Αἴγυπτος δὲ ἡ ἄνω μεστοὶ θεολογίας ὄντες καὶ φοιτῆσαι αὐτὸν ἐς τὰ ἤθη τὰ [p. 183] αὑτῶν ηὔχοντο, ἅτε γὰρ πολλῶν ἀφικνουμένων μὲν ἐνθένδε ἐς Αἴγυπτον, πολλῶν δὲ ἐπιμιγνύντων δεῦρο ἐξ Αἰγύπτου ᾔδετό τε παρ᾽ αὐτοῖς Ἀπολλώνιος καὶ τὰ ὦτα ἐς αὐτὸν Αἰγυπτίοις ὀρθὰ ἦν: προϊόντα γέ τοι ἀπὸ τῆς νεὼς ἐς τὸ ἄστυ θεῷ ἴσα ἀπέβλεπον καὶ διεχώρουν τῶν στενωπῶν, ὥσπερ τοῖς φέρουσι τὰ ἱερά. παραπεμπομένου δὲ αὐτοῦ μᾶλλον ἢ οἱ τῶν ἐθνῶν ἡγεμόνες, ἄνδρες ἤγοντο τὴν ἐπὶ θανάτῳ δώδεκα λῃσταὶ τὴν αἰτίαν, ὁ δὲ ἐς αὐτοὺς ἰδὼν ‘οὐ πάντες,’ εἶπεν ‘ὁ δεῖνα γὰρ καταψευσθεὶς ἄπεισι’. ‘καὶ πρὸς τοὺς δημίους, ὑφ᾽ ὧν ἤγοντο, ὑφεῖναι’ ἔφη ‘κελεύω τοῦ δρόμου καὶ σχολαιότερον ἥκειν ἐπὶ τὸ ὄρυγμα ὕστατόν τε ἀποκτεῖναι τοῦτον, μετέχει γὰρ οὐδὲν τῆς αἰτιάσεως, ἀλλ᾽ ὑμεῖς γε ὅσἰ ἂν πράττοιτε φειδόμενοι τούτων βραχὺ μέρος ἡμέρας, οὓς λῷον ἦν μηδ᾽ ἀποκτείνειν:’ καὶ ἅμα ἐνδιέτριβεν οἷς ἔλεγεν, οὐκ εἰωθὸς ἑαυτῷ ἀποτείνων μῆκος. τί δ᾽ αὐτῷ ἐνόει τοῦτο, αὐτίκα ἐδείχθη: ὀκτὼ γὰρ ἤδη ἀποτετμημένων τὰς κεφαλὰς ἱππεὺς ἐλαύνων ἐπὶ τὸ ὄρυγμα ‘Φαρίωνος’ ἐβόα ‘φείσασθε’, μὴ γὰρ εἶναι λῃστὴν αὐτόν, ἀλλ᾽ ἑαυτοῦ μὲν κατεψεῦσθαι δέει τοῦ στρεβλώσεσθαι, βασανισθέντων δὲ ἑτέρων χρηστὸν ὡμολογῆσθαι ἄνδρα. ἐῶ τὸ πήδημα τῆς Αἰγύπτου καὶ ὅσον ἐπὶ τούτῳ ἐκρότησαν καὶ ἄλλως θαυμαστικοὶ ὄντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.