previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἄξιον δὲ μηδὲ τὸν περὶ τῆς ἑτέρας μαργαρίτιδος παρελθεῖν λόγον, ἐπεὶ μηδὲ Ἀπολλωνίῳ μειρακιώδης ἔδοξεν, ἀλλὰ πλάττεται ἥδιστος καὶ τῶν ἐν τῇ θαλαττουργίᾳ θαυμασιώτατος. τὰ γὰρ τετραμμένα τῆς νήσου πρὸς τὸ πέλαγός ἐστι μὲν ἄπειρος πυθμὴν θαλάττης, φέρει δὲ ὄστρεον ἐν ἐλύτρῳ λευκῷ μεστὸν πιμελῆς, οὐδὲ γὰρ λίθον φύει οὐδένα. γαλήνην δὲ ἐπιφυλάξαντες καὶ τὴν θάλατταν αὐτοὶ λεάναντες, τουτὶ δὲ τοῦ ἐλαίου ἐπιρροὴ πράττει, καταδύεταί [p. 124] τις ἐπὶ τὴν θήραν τοῦ ὀστρέου τὰ μὲν ἄλλα κατεσκευασμένος, ὥσπερ οἱ τὰς σπογγιὰς κείροντες, ἔστι δὲ αὐτῷ καὶ πλινθὶς σιδηρᾶ καὶ ἀλάβαστρος μύρου. παριζήσας οὖν Ἰνδὸς τῷ ὀστρέῳ δέλεαρ αὐτοῦ τὸ μύρον ποιεῖται, τὸ δὲ ἀνοίγνυταί τε καὶ μεθύει ὑπ᾽ αὐτοῦ, κέντρῳ δὲ διελαθὲν ἀποπτύει τὸν ἰχῶρα, δὲ ἐκδέχεται αὐτὸν τῇ πλινθίδι τύπους ὀρωρυγμένῃ. λιθοῦται δὲ τὸ ἐντεῦθεν καὶ ῥυθμίζεται, καθάπερ φύσει μαργαρὶς κἄστιν μαργαρὶς αἷμα λευκὸν ἐξ ἐρυθρᾶς τῆς θαλάττης. ἐπιτίθεσθαι δὲ τῇ θήρᾳ ταύτῃ καὶ τοὺς Ἀραβίους φασὶν ἀντιπέρας οἰκοῦντας. τὸ δὲ ἐντεῦθεν θηριώδη μὲν τὴν θάλατταν εἶναι πᾶσαν, ἀγελάζεσθαι δὲ ἐν αὐτῇ τὰ κήτη, τὰς δὲ ναῦς ἔρυμα τούτου κωδωνοφορεῖν κατὰ πρύμναν τε καὶ πρῷραν, τὴν δὲ ἠχὼ ἐκπλήττειν τὰ θηρία, καὶ μὴ ἐᾶν ἐμπελάζειν ταῖς ναυσί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: