Τίμαιος δ᾽ ἐν τῇ ιγ᾽ τῶν ἱστοριῶν περὶ τοῦ Σικελικοῦ πολιχνίου λέγω δὲ τῶν Ὑκάρων διαλεγόμενος προσαγορευθῆναί φησι τὸ πολίχνιον διὰ τὸ τοὺς πρώτους τῶν ἀνθρώπων ἐλθόντας ἐπὶ τὸν τόπον ἰχθῦς εὑρεῖν τοὺς καλουμένους ὕκας [p. 472] καὶ τούτους ἐγκύους : δι᾽ οὓς οἰωνισαμένους Ὕκαρον ὀνομάσαι τὸ χωρίον. Ζηνόδοτος δέ φησι Κυρηναίους τὸν ὕκην ἐρυθρῖνον καλεῖν. Ἕρμιππος
ἢ σπάρον ἢ ὕκας ἀγεληίδας ἢ ἐπὶ φάγρον
πέτρῃ ἀλωόμενον.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.