Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ δὶς δὲ πρὸς τὸν νεώτερον Διονύσιον: Αἰσχίνου τε πένητος ὄντος καὶ μαθητὴν ἕνα ἔχοντος Ξενοκράτην, τοῦτον περιέσπασεν. καὶ Φαίδωνι δὲ τὴν τῆς δουλείας ἐφιστὰς δίκην ἐφωράθη: καὶ τὸ καθόλου πᾶσι τοῖς Σωκράτους μαθηταῖς ἐπεφύκει μητρυιᾶς ἔχων
διάθεσιν. διόπερ Σωκράτης οὐκ ἀηδῶς περὶ αὐτοῦ στοχαζόμενος ἐνύπνιον ἔφησεν ἑωρακέναι πλειόνων παρόντων. δοκεῖν γὰρ ἔφη ‘ τὸν Πλάτωνα κορώνην γενόμενον ἐπὶ τὴν κεφαλήν μου ἀναπηδήσαντα τὸ φαλακρόν μου κατασκαριφᾶν
’”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.