Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κρεμαστὸς ὢν πρὸς ἀλήθειαν ἐκ τούτων, καὶ Μελάνθιος δὲ τὸν αὑτοῦ τράχηλον κατατείνων ἀπήγχετο ἐκ τῶν ἀπολαύσεων, κνισότερος ὢν τοῦ Ὀδυσσέως Μελανθίου. πολλοὶ δὲ καὶ ἄλλοι πᾶν τὸ σῶμα διεστράφησαν διὰ τὰς ἀκαίρους ἡδονάς, οἱ δὲ καὶ εἰς πάχος σώματος ἐπέδωκαν, ἄλλοι δὲ καὶ εἰς ἀναισθησίαν διὰ πολλὴν τρυφήν. Νύμφις γοῦν ὁ Ἡρακλεώτης ἐν τῷ ιβ᾽ περὶ ῾ Ἡρακλείας
[p. 490] ‘Διονύσιος,’ φησίν, ‘ὁ Κλεάρχου τοῦ πρώτου τυραννήσαντος ἐν Ἡρακλείᾳ υἱὸς καὶ αὐτὸς τῆς πατρίδος τυραννήσας ὑπὸ τρυφῆς καὶ τῆς καθ᾽ ἡμέραν
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.