εἶτ᾽ ἐπιφέρει:
ἐπ᾽ ἀρίστῳ λαβὼν
ὀψάριον. [p. 244]
Ἀναξίλας Ὑακίνθῳ πορνοβοσκῷ:
τῶν ἰχθυοπωλῶν ἀρτίως τις τεττάρων
δραχμῶν ἐπώλει κωβιούς.
καὶ μετ᾽ ὀλίγα:
ἐγὼ δ᾽ ἰὼν ὀψάριον ὑμῖν ἀγοράσω ι
τὸ δὲ ἐν Ἀναγύρῳ Ἀριστοφάνους:
σκεύαζε, παῖ, τοὐψάριον ἡμῖν.
ἀντὶ τοῦ προσοψήμασιν ἀκούομεν. καὶ γὰρ Ἄλεξις ”
εἰ μὴ παραμυθῇ μ᾽ ὀψαρίοις ἑκάστοτε,