Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ φησιν Ἴδην γίνεσθαι συκῆν θαμνώδη, φύλλον ὅμοιον ἔχουσαν τῷ τῆς φιλύρας :’ φέρειν δὲ σῦκα ἐρυθρὰ ἡλίκα ἐλαία τὸ μέγεθος, στρογγυλώτερα δέ, εἶναι δὲ τὴν γεῦσιν μεσπιλώδη. περὶ δὲ τῆς ἐν Κρήτῃ καλουμένης Κυπρίας συκῆς ὁ αὐτὸς Θεόφραστος ἐν τῷ τετάρτῳ τῆς φυτικῆς ἱστορίας τάδε γράφει ‘ἡ ἐν Κρήτῃ καλουμένη Κυπρία συκῆ φέρει τὸν καρπὸν ἐκ τοῦ στελέχους καὶ τῶν παχυτάτων ἀκρεμόνων, βλαστὸν δέ τινα ἀφίησι μικρὸν ἄφυλλον ὥσπερ ῥίζιον, πρὸς ᾧ ὁ καρπός, τὸ δὲ στέλεχος μέγα καὶ παρόμοιον τῇ
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.