Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ ἀμπέλου δύναμιν τῷ τῶν Σκυθῶν βασιλεῖ καὶ τὰ κλήματα αὐτῆς
δεικνὺς ἔλεγεν ὡς εἰ μὴ καθ᾽ ἕκαστον ἔτος ἔτεμνον οἱ Ἕλληνες τὴν ἄμπελον, ἤδη κἂν ἐν Σκύθαις ἦν.
οὐ33. καλῶς δὲ οἱ πλάττοντες καὶ γράφοντες τὸν Διόνυσον, ἔτι τε οἱ ἄγοντες ἐπὶ τῆς ἁμάξης διὰ μέσης τῆς ἀγορᾶς οἰνωμένον. ἐπιδείκνυνται γὰρ τοῖς θεαταῖς ὅτι καὶ τοῦ θεοῦ κρείττων ἐστὶν ὁ οἶνος. καίτοι γ᾽ οὐδ᾽ ἄν, οἶμαι, ἄνθρωπος σπουδαῖος τοῦθ᾽ ὑπομείνειεν. εἰ δ᾽ ὅτι κατέδειξεν ἡμῖν τὸν οἶνον, διὰ τοῦτο ποιοῦσιν αὐτὸν οὕτως διακείμενον, δῆλον ὅτι καὶ τὴν Δήμητρα θερίζουσαν ἢ
[p. 442]
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.