πόθεν γάρ σοι καὶ ὁ τῶν συρβηνέων ἐπῆλθεν χορός τίς τῶν ἀξίων λόγου μέμνηται τοῦ μουσικοῦ τούτου χοροῦ;” καὶ ὃς “οὐ πρότερον, ἔφη, ὦ οὗτος, διδάξω σε πρὶν ἂν τὸν ἄξιον παρὰ σοῦ λάβω μισθόν. οὐ γὰρ ἐγὼ τὰς ἐκ τῶν βιβλίων ἀκάνθας ὥσπερ σὺ ἀναγινώσκων ἐκλέγω, ἀλλὰ τὰ χρησιμώτατα”
ἀνέστροφὲν σου τὸν βίον τὰ βιβλία: [p. 96]
πεφιλοσόφηκας γῇ τε κοὐρανῷ λαλῶν,
οἷς οὐδέν ἐστιν ἐπιμελὲς τῶν σῶν λόγων.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.