Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρῶτον ἦν ὃ δὴ πάντας ᾁδειν νόμος ἦν, τὸ δὲ δεύτερον ὃ δὴ πάντες μὲν ᾖδον, οὐ μὴν ἀλλά γε: κατά τινα περίοδον ἐξ ὑποδοχῆς, τὸ τρίτον δὲ καὶ τὴν ἐπὶ πᾶσι τάξιν ἔχον, οὗ μετεῖχον οὐκέτι πάντες, ἀλλ᾽ οἱ συνετοὶ δοκοῦντες εἶναι μόνοι, καὶ καθ᾽
ὅντινα τόπον ἀεὶ τύχοιεν ὄντες: διόπερ ὡς ἀταξίαν τινὰ μόνον παρὰ τἄλλα ἔχον τὸ μήθ᾽ ἅμα μήθ᾽ ἑξῆς γινόμενον, ἀλλ᾽ ὅπη ἔτυχον εἶναι σκόλιον ἐκλήθη, τὸ δὲ τοιοῦτον ᾔδετο ὁπότε τὰ κοινὰ καὶ πᾶσιν ἀναγκαῖα τέλος λάβοι ἐνταῦθα γὰρ ἤδη τῶν σοφῶν ἕκαστον ᾠδήν τινα καλὴν εἰς μέσον ἠξίουν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.