Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘‘ Ἡγήσανδρος δ᾽ ὁ Δελφὸς ἐν Ἑλλησπόντῳ φησὶν οὔτε ὕδνον γίνεσθαι οὔτε γλαυκίσκον οὔτε θύμον διὸ Ναυσικλείδην εἰρηκέναι μήτε ἔαρ μήτε φίλους, ὑδνόφυλλον δέ φησι Πάμφιλος ἐν Γλώσσαις τὴν φυομένην τῶν ὕδνων ὕπερθε πόαν, ἀφ᾽ ἧς τὸ ὕδνον γινώσκεσθαι.
[p. 272]61.
ἀκαλήφη. λέγεται παρὰ τοῖς Ἀττικοῖς οὕτως καὶ τὸ βοτανῶδες καὶ τὸ κνησμοῦ αἴτιον, Ἀριστοφάνης Φοινίσσαις: ‘πρῶτον πάντων ἴφυα φῦναι, εἶθ᾽ ἑξῆς τὰς κραναὰς ἀκαλήφας.’ 62. ἀσπάραγοι. οὗτοι καὶ ἕλειοι καὶ ὄρειοι καλοῦνται.
’’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.