Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αὐθαδέστερα. ἄλλων γὰρ ἄλλο τι ἀνακηρυττόντων καὶ στεφανούντων τὸν Ἀλέξανδρον, εἷς τις τῶν ὁπλοφυλάκων ὑπερπεπαικὼς πᾶσαν κολακείαν κοινωσάμενος τῷ '
Ἀλεξάνδρῳ ἐκέλευσε τὸν κήρυκα ἀνειπεῖν ὅτι ‘ Γόργος ὁ ὁπλοφύλαξ Ἀλέξανδρον Ἄμμωνος υἱὸν στεφανοῖ χρυσοῖς τρισχιλίοις, καὶ ὅταν Ἀθήνας πολιορκῇ, μυρίαις πανοπλίαις καὶ τοῖς ἴσοις καταπέλταις καὶ πᾶσι τοῖς ἄλλοις βέλεσιν εἰς τὸν πόλεμον ἱκανοῖς.’ 54. Χάρης δ᾽ ἐν τῇ δεκάτῃ τῶν περὶ Ἀλέξανδρον Ἱστοριῶν ‘ὅτε,’ φησίν, ‘ εἷλε Δαρεῖον, γάμους συνετέλεσεν ἑαυτοῦ τε καὶ τῶν ἄλλων φίλων,
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.