Μένανδρος δ᾽ ἐν Φανίῳ διὰ τοῦ α ἔφη:
νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ.
μηδενὸς τῶν παλαιῶν οὕτω κεχρημένου. Ἱκέσιος δέ φησιν ἀτροφωτέραν καὶ ἀχυλοτέραν αὐτὴν εἶναι ἔχειν τε χονδρῶδές τι διακεχυμένον, εὐστόμαχον πάνυ. Θεόφραστος δ᾽ ἐν τῷ περὶ τῶν φωλευόντων διὰ τὸ ψῦχός φησι τὴν νάρκην κατὰ γῆς δύεσθαι. ἐν δὲ τῷ περὶ τῶν δακέτων καὶ
ὑπελήλυθὲν τέ μου
νάρκα τις ὅλον τὸ δέρμα,