Click on a word to bring up parses, dictionary entries, and frequency statistics
αὐτήν. οἱ δὲ ὑπερτείνοντες οὐρανίσκοι διάχρυσοι ποικίλμασιν ἐκπεπονημένοι πολυτελέσιν ἐσκέπαζον τὸν ἄνω τόπον, καὶ πρῶτοι μὲν Πέρσαι φ᾽ μηλοφόροι περὶ αὐτὴν ἐντὸς εἱστήκεσαν πορφυραῖς καὶ μηλίναις ἐσθῆσιν ἐξησκημένοι μετὰ δὲ τούτους τοξόται τὸν ἀριθμὸν χίλιοι, οἱ μὲν φλόγινα ἐνδεδυκότες, οἱ δὲ ὑσγινοβαφῆ,2 πολλοὶ δὲ καὶ κυάνεα εἶχον περιβόλαια. προειστήκεσαν δὲ τούτων ἀργυράσπιδες Μακεδόνες πεντακόσιοι, κατὰ δὲ μέσην τὴν σκηνὴν χρυσοῦς ἐτίθετο δίφρος, ἐφ᾽ οὗ καθήμενος ἐχρημάτιζεν ὁ Ἀλέξανδρος τῶν σωματοφυλάκων
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.