7. ὅτι δὲ καὶ νεκροὺς πωλοῦσι τοὺς ἰχθῦς καὶ σεσηπότας ἐπισημαίνεται ὁ Ἀντιφάνης ἐν Μοιχοῖς διὰ τούτων
ἐποίησ᾽ ἐν αὐτοῖς ἐξεπίτηδες εὖ πάνυ.
ἦσαν δὲ πληγαί, καιρίαν δ᾽ εἰληφέναι
δόξας καταπίπτει καὶ λιποψυχεῖν δοκῶν
ἔκειτο μετὰ τῶν ἰχθύων, βοᾷ δέ τις ‘ὕδωρ,
ὕδωρ.’ ὁ δ᾽ εὐθὺς ἐξάρας πρόχουν
τῶν ὁμοτέχνων τις τοῦ μὲν ἀκαρῆ παντελῶς [p. 16]
κατέχει, κατὰ δὲ τῶν ἰχθύων ἁπαξάπαν.
εἴποις γ᾽ ἂν αὐτοὺς ἀρτίως ἡλωκέναι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.