Click on a word to bring up parses, dictionary entries, and frequency statistics
προείλετο ᾤκει τε μετ᾽ Ἀσπασίας τῆς ἐκ Μεγάρων ἑταίρας καὶ τὸ πολὺ μέρος τῆς οὐσίας εἰς ταύτην κατανάλωσε. Θεμιστοκλῆς δὲ οὔπω Ἀθηναίων μεθυσκομένων οὐδ᾽ ἑταίραις χρωμένων ἐκφανῶς τέθριππον ζεύξας ἑταιρίδων διὰ τοῦ Κεραμεικοῦ πληθύοντος ἑωθινὸς ἤλασεν. ἀμφιβόλως δ᾽ αὐτὸ εἴρηκεν ὁ Ἰδομενεύς, εἴτε ἑταίρας τέτταρας συνυπέζευξεν ὡς ἵππους εἴτ᾽ ἀνεβίβασεν αὐτὰς ἐπὶ τό τέθριππον. Πόσσις δ᾽ ἐν τρίτῳ Μαγνητικῶν τὸν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.