ἔχουσαν, ἤδη συγκατακλιθεὶς κοσμίως
ἀριστίσας ἑαυτόν, ἐντραγών, πιών,
ἀπέρχετ᾽ οἴκαδ᾽ οὐ καταβαλών συμβολάς.
κἀγὼ ποῶ νῦν τοῦτ᾽. ἐπὰν κλίνας ἴδω
ἐστρωμένας καὶ τὰς τραπέζας εὐτρεπεῖς
καὶ τὴν θύραν ἀνεῳγμένην, εἰσέρχομαι
ἐνθάδε σιωπῇ καὶ ποιήσας εὐσταλῆ
ἐμαυτόν, ὥστε μὴ ἐνοχλεῖν τὸν συμπότην,
πάντων ἀπολαύσας τῶν παρατεθέντων, πιών,
”