Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“
ποδῶν ἕκαστος
ὅλοις ὀνόμασιν περιειλημμένος πάντας ὁμοίως ἡγεμονικοὺς καὶ ἀκολουθητικοὺς ἔχει τοὺς πόδας,
οἷον
σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον
ναίονθ᾽ ἕδραν, θηρονόμε Πάν, χθόν᾽ Ἀρκάδων
κλήσω γραφῇ τῇδ᾽ ἐν σοφῇ πάγκλειτ᾽ ἔπη
συνθείς, ἄναξ, δύσγνωστα μὴ σοφῷ κλύειν,
μουσοπόλε θήρ, κηρόχυτον ὃς μείλιγμ᾽ ἱεῖς,
[p. 564]
καὶ τὰ λοιπὰ τὸν αὐτὸν τρόπον.
τούτων δὲ ἕκαστον τῶν ποδῶν,
ὡς ἂν τῇ τάξει θῇς,
τὸ αὐτὸ μέτρον ἀποδώσει,
οὕτως :
σὲ τὸν βολαῖς νιφοκτύποις δυσχείμερον,
νιφοκτύποις σὲ τὸν βολαῖς δυσχείμερον.
”