Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἡσυχάζει τηροῦσα τὰ ἐπεισιόντα ἰχθύδια, ὁ δὲ πιννοτήρης παρεστὼς ὅταν εἰσέλθῃ τι δάκνει αὐτὴν ὥσπερ σημαίνων, ἡ δὲ δηχθεῖσα συμμύει. καὶ οὕτως τὸ ἀποληφθὲν ἔνδον κατεσθίουσι κοινῇ.’ φασὶ δέ τινες καὶ συγγεννᾶσθαι αὐτὰ αὐτοῖς καὶ ὡς ἂν ἐξ ἑνὸς σπέρματος γίνεσθαι. πάλιν δὲ ὁ Ἀριστοτέλης φησί ‘ πάντα δὲ τὰ ὀστρακώδη γίνεται καὶ ἐν τῇ ἰλύι, ἐν μὲν τῇ βορβορώδει τὰ
ὄστρεα, ἐν δὲ τῇ ἀμμώδει κόγχαι καὶ τὰ ῥηθέντα, περὶ δὲ τὰς σήραγγας τῶν πετρῶν τήθεα καὶ βάλανοι καὶ τὰ ἐπιπολάζοντα, οἷον λεπάδες καὶ νηρῖται.’ 39.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.