Click on a word to bring up parses, dictionary entries, and frequency statistics
δὲ τοὺς θιάσους καὶ τὰ φρατρικὰ καὶ πάλιν τά ὀργεωνικὰ λεγόμενα, πολλῶν γοῦν εἰσι φιλοσόφων ἐν ἄστει σύνοδοι τῶν μὲν Διογενιστῶν, τῶν δὲ Ἀντιπατριστῶν λεγομένων, τῶν δὲ Παναιτιαστῶν. κατέλιπε δὲ καὶ Θεόφραστος εἰς τὴν τοιαύτην σύνοδον χρήματα, μὰ Δί᾽ οὐχ ἵνα ἀκολασταίνωσι συνιόντες, ἀλλ᾽ ἵνα τὰ κατὰ τὸν τοῦ συμποσίου λόγον σωφρόνως καὶ πεπαιδευμένως διεξάγωσι. συνεδείπνουν δ᾽ ὁσημέραι οἱ περὶ πρύτανιν σώφρονα καὶ σωτήρια τῶν πόλεων σύνδειπνα. πρὸς γοῦν τοιοῦτο συμπόσιόν φησιν ὁ Δημοσθένης ἀνενηνέχθαι τὴν Ἐλατείας κατάληψιν ‘ἑσπέρα
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.