νῦν δὲ τούτων μὲν οὐδ᾽ ὅλως μέμνηνται, τὰ δὲ ἑξῆς αὐτῶν ἐκμανθάνουσιν, ἅπερ πάντα ἐκ τῶν εἰς Ἡσίοδον ἀναφερομένων μεγάλων Ἠοίων πεπαρῴδηται:
ἄχθου ὁρῶν παρεόντα: κακὸς γὰρ ἀνὴρ τόδε ῥέζει:
ἀλλὰ μάλ᾽ εὔκηλος τέρπου φρένα τέρπε τ᾽ ἐκεῖνον.
ἡμῶν δ᾽ ἢν τινά τις καλέσῃ θύων ἐπὶ δεῖπνον,”
ἀχθόμεθ᾽ ἢν ἔλθῃ καὶ ὑποβλέπομεν παρεόντα
χὤττι τάχιστα θύραζ᾽ ἐξελθεῖν βουλόμεθ᾽ αὐτόν.