Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἐνιαυτοῦ ἐγίνετο.’ Λυγκεὺς δ᾽ ἐν τῇ πρὸς Διαγόραν Ἐπιστολῇ ἐπαινῶν τὸν κατὰ τὴν Ἀττικὴν γινόμενον Νικοστράτειον βότρυν καὶ ἀντιτιθεὶς αὐτῷ τοὺς Ῥοδιακούς φησιν: ‘τῷ δ᾽ ἐκεῖ καλουμένῳ βότρυι Νικοστρατείῳ τὸν Ἱππώνειον ἀντεκτρέφουσι βότρυν,
ὃς ἀπὸ Ἑκατομβαιῶνος μηνὸς ὥσπερ ἀγαθὸς οἰκέτης διαμένει τὴν αὐτὴν ἔχων εὔνοιαν.’
69. ἐπεὶ δὲ πολλάκις ὑμῖν εἴρηται περί τε κρεῶν καὶ ὀρνίθων καὶ περιστεριδίων,4 ἔρχομαι κἀγὼ λέξων ὅσα ἐκ πολυαναγνωσίας εὑρεῖν ἠδυνήθην
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.