τῷ δὲ λέπεσθαι χρῶνται οἱ Ἀθηναῖοι ἐπ᾽ ἀσελγοῦς καὶ φορτικῆς δι᾽ ἀφροδισίων ἡδονῆς. 84. καὶ ὁ Ἀρτεμίδωρος ἐν ταῖς Ὀψαρτυτικαῖς Γλώτταις τὴν ματτύην ἀποφαίνει κοινὸν εἶναι πάντων ὄνομα τῶν πολυτελῶν ἐδεσμάτων,5 γράφων οὕτως: ‘ ἔστι τις ὄρνιθος ματτύης. ἐσφάχθω μὲν διὰ τοῦ στόματος εἰς τὴν κεφαλήν, ἔστω δὲ ἕωλος καθάπερ ὁ πέρδιξ: ἐὰν δὲ θέλῃς, ὡς ἔχει αὐτοῖς πτεροῖς ἐᾶν, μὴ τετιλμένην.’ εἶτα τὸν τρόπον ἐκθεὶς τῆς ἀρτύσεως καὶ τῆς ἑψήσεως ἐπιφέρει
λέπεσθε, ματτυάζετε.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.