Ἄλεξις δ᾽ ἐν Γυναικοκρατίᾳ καὶ ζωμοτάριχόν τινα κέκληκεν ἐν τούτοις: [p. 80]
οὐ φιλοτάριχος οὐδαμῶς εἰμ᾽, ὦ κόρη.
τὸ δὲ κατὰ Σιμωνίδην τί ἐστιν οὐκ οἶδα.” “οὐ γὰρ μέλει σοι,” ἔφη ὁ Μυρτίλος, “ἱστορίας, ὦ γάστρων. κνισολοιχὸς γάρ τις εἶ καὶ κατὰ τὸν Σάμιον ποιητὴν Ἄσιον τὸν παλαιὸν ἐκεῖνον ”
ὁ δὲ Κίλιξ
ὅδ᾽ Ἱπποκλῆς, ὁ ζωμοτάριχος ὑποκριτής.