24. εὔφρων δέ, οὗ καὶ πρὸ βραχέος ἐμνήσθην, ἄνδρες δικασταὶ δικαστὰς γὰρ ὑμᾶς οὐκ ὀκνήσαιμ᾽ ἂν καλεῖν ἀναμένων τὴν ὑμετέραν τῶν αἰσθητηρίων κρίσιν ἐν τοῖς Ἀδελφοῖς τῷ δράματι
α. ἑστήκαθ᾽ ὑμεῖς: κάεται δ᾽ ἐμοὶ τὸ πῦρ:
ἤδη πυκνοὶ δ᾽ ᾁττουσιν Ἡφαίστου κύνες [p. 216]
κούφως πρὸς αἴθραν, οἷς τό γίνεσθαί θ᾽ ἅμα
καὶ τὴν τελευτὴν τοῦ βίου συνῆψέ τις
μόνοις ἀνάγκης θεσμὸς οὐχ ὁρώμενος.
”