Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“ φησὶ κατασκευάζειν τὴν πανδούραν ἐκ τῆς ἐν τῇ θαλάσσῃ φυομένης δάφνης. Τυρρηνῶν δ᾽ ἐστὶν εὕρημα κέρατά τε καὶ σάλπιγγες. Μητρόδωρος δ᾽
[p. 312]
ὁ Χῖος ἐν Τρωικοῖς σύριγγα μέν φησιν εὑρεῖν Μαρσύαν καὶ αὐλεῖν ἐν Κελαιναῖς, τῶν πρότερον ἑνὶ καλάμῳ συριζόντων. Εὐφορίων δ᾽ ὁ ἐποποιὸς ἐν τῷ περὶ μελοποιῶν τὴν μὲν μονοκάλαμον σύριγγα Ἑρμῆν εὑρεῖν, τινὰς δ᾽ ἱστορεῖν Σεύθην καὶ Ῥωνάκην τοὺς Μαιδούς,2 τὴν δὲ πολυκάλαμον Σιληνόν, Μαρσύαν δὲ τὴν κηρόδετον.
83. ταῦτα ἔχεις παρ᾽ ἡμῶν τῶν Ἀλεξανδρέων,
”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.