ὠνομάσθη δὲ παρὰ τὴν βοήν. διὸ καὶ Ἑρμοῦ ἱερὸν εἶναι λόγος τὸν ἰχθύν, ὡς τὸν κίθαρον Ἀπόλλωνος. Φερεκράτης δ᾽ ἐν Μυρμηκανθρώποις εἰπών
ἀλλ᾽ ἔχουσα γαστέρα
μεστὴν βοάκων ἀπεβάδιζον οἴκαδε.
ἐπιφέρει:
ἀλλὰ φωνὴν οὐκ ἔχειν
ἰχθὺν γέ φασι τὸ παράπαν,
Ἀριστοφάνης δ᾽ ὁ Βυζάντιος κακῶς φησιν ἡμᾶς λέγειν τὸν ἰχθὺν βῶκα δέον βόωπα, ἐπεὶ μικρὸς ”
νὴ τὼ θεώ,
οὐκ ἔστιν ἰχθὺς ἄλλος οὐδεὶς ἢ βόαξ.