94. μορμύρος. τροφιμώτατος, ὥς φησιν Ἱκέσιος. Ἐπίχαρμος δ᾽ ἐν Ἥβας γάμῳ μύρμας αὐτοὺς ὀνομάζει, εἰ μὴ διάφοροι τὴν φύσιν εἰσίν. γράφει δ᾽ οὕτως
ἢ ψόρον ἢ σάλπας ἢ αἰγιαλῆα δράκοντα.
Δωρίων δ᾽ ἐν τῷ περὶ ἰχθύας μορμύλους αὐτοὺς
καὶ χελιδόνες τε μύρμαι θ᾽, οἵ τε κολιᾶν μέζονες
ἐντί.