οὐ τὸν τραγικὸν λέγει ποιητήν, ἀλλά τινα ὁμώνυμον αὐτῷ, ἤτοι φίλοινόν τινα ἢ αἰτίαν ἔχοντα οὐ χρηστήν, ὥς φησιν Ἀντίοχος ὁ Ἀλεξανδρεὺς ἐν τῷ περὶ τῶν ἐν τῇ μέσῃ κωμῳδίᾳ κωμῳδουμένων Ποιητῶν. τὸ γὰρ ἐπάγεσθαι κατὰ τὰς ἑστιάσεις κυμβία καὶ δοκεῖν τούτοις διαμάχεσθαι εἰς ἑκάτερα τείνει, μνημονεύει δ᾽ αὐτοῦ καὶ Ἀναξανδρίδης ἐν Νηρηίσιν:
οὐ κύλικας ἐπὶ τὰ δεῖπνα Χαιρήμων φέρει,
οὐ κυμβίοισι πεπολέμηκ᾽ Εὐριπίδης;