αἱ δὲ Συράκουσαι σῦς καὶ τυρὸν παρέχουσι.
καὶ Κερκυραίους ὁ Ποσειδῶν ἐξολέσειε
ναυσὶν ἐπὶ γλαφυραῖς, ὁτιὴ δίχα θυμὸν ἔχουσι.
ταῦτα μὲν ἐντεῦθεν: ἐκ δ᾽ Αἰγύπτου τὰ κρεμαστὰ
ἱστία καὶ βίβλους: ἀπὸ δ᾽ αὖ Συρίας λιβανωτόν:
ἡ δὲ καλὴ Κρήτη κυπάριττον τοῖσι θεοῖσιν,
ἡ Λιβύη δ᾽ ἐλέφαντα πολὺν παρέχει κατὰ πρᾶσιν:
ἡ ῾ Ῥόδος ἀσταφίδας τε καὶ ἰσχάδας ἡδυονείρους.
αὐτάρ ἀπ᾽ Εὐβοίας ἀπίους καὶ ἴφια μῆλα:
ἀνδράποδ᾽ ἐκ Φρυγίας, ἀπὸ δ᾽ Ἀρκαδίας ἐπικούρους.
αἱ Παγασαὶ δούλους καὶ στιγματίας παρέχουσι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.